Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
60

Φερεκράτης δὲ ἐν Κραπατάλλοις τὴν νῦν λυχνίαν καλουμένην λύχνειον κέκληκεν διὰ τούτων· τίς τῶν λυχνείων ʼργασία; Β. Τυρρηνική. ποικίλαι γὰρ ἦσαν αἱ παρὰ τοῖς Τυρρηνοῖς ἐργασίαι, φιλοτέχνων ὄντων τῶν Τυρρηνῶν. Ἀντιφάνης δʼ Ἱππεῦσι· τῶν δʼ ἀκοντίων συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα. Δίφιλος δʼ ἐν Ἀγνοίᾳ· ἅψαντες λύχνον λυχνεῖον ἐζητοῦμεν. Εὐφορίων δʼ ἐν Ἱστορικοῖς Ὑπομνήμασιν Διονύσιόν φησι τὸν νεώτερον Σικελίας τύραννον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. Ἕρμιππος δὲ κωμῳδιοποιὸς ἐν Ἰάμβοις τὸ στρατιωτικὸν λυχνεῖον σύνθετον οὕτως ὀνομάζει. ἐν δὲ Φορμοφόροις δράματι· τῇδʼ ἐξιόντι δεξιᾷ, λυχνίδιον. πανὸς δʼ ὀνομάζεται τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον· τούτῳ δʼ ἐχρῶντο λαμπάδι. Μένανδρος Ἀνεψιοῖς· οἶσʼ εἰσιὼν πανόν, λύχνον, λυχνοῦχον, τι πάρεστι· φῶς μόνον πολὺ ποίει. Δίφιλος Στρατιώτῃ· ἀλλʼ πανὸς ὕδατός ἐστι μεστός. πρότερος δὲ τούτων Αἰσχύλος ἐν Ἀγαμέμνονι μέμνηται τοῦ πανοῦ καὶ Εὐριπίδης ἐν Ἴωνι ἔλεγον δὲ τοῦτον οἱ πρὸ ἡμῶν καὶ ξυλολυχνοῦχον, οὗ μνημονεύει Ἄλεξις ἐν Εἰσοικιζομένῳ οὕτως· δὲ ξυλολυχνοῦχος .... πυρὸς νὶ χ ο κ.......... μνημονεύει δὲ Θεόπομπος ἐν Εἰρήνῃ λέγων οὑτωσί· ἡμᾶς δʼ ἀπαλλαχθέντας ἐπʼ ἀγαθαῖς τύχαις ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς επακ επισ ασελ ωτι πῶς μεν δαίν γωδ ὀισπ φη ενο νειμ απτ Φιλύλλιος π δι λα φ φ τ ξ δ ... ὡς ἐβάδιζον δαίδας μετὰ χερσὶν ἔχοντες. δὲ τῶν ἄλλων έμενον ἔν δέοι κατα ὅπερ ἔτι . ρων ιη ...... κάν ῆι ο φησὶ λεί οδω ι εἰσ ωλι δʼ ενι λύ υθέ υτί όν ῆσ εκ ου ψη χρυ αφά ει· ον υ διμύξου ει σ αῖ . α .. ξυλολύχνου δὲ μέμνηται Ἄλεξις· καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκόλυχνον Φιλύλλιος δὲ τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δʼ εὕρημα λύχνος· φλογὶ δʼ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο. κοιμίσαι λύχνον Φρύνιχος φησί Νίκανδρος δʼ Κολοφώνιος κτλʼ .......... σω καὶ θρυαλλίδʼ, ἢν δέῃ. καὶ Πλάτων ἐν Νυκτὶ μακρᾷ· ἐνταῦθʼ ἐπʼ ἄκρων τῶν κροτάφων ἕξει λύχνον δίμυξον. μνημονεύει τοῦ διμύξου λύχνου καὶ Μεταγένης ἐν Φιλοθύτῃ καὶ Φιλωνίδης ἐν Κοθόρνοις. Κλείταρχος δʼ ἐν ταῖς Γλώσσαις λοφνίδα φησὶ καλεῖν Ῥοδίους τὴν ἐκ τοῦ φλοιοῦ τῆς ἀμπέλου λαμπάδα. Ὅμηρος δὲ τὰς λαμπάδας δετὰς ὀνομάζει· καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἑλάνη δὲ λαμπὰς καλεῖται, ὡς Ἀμερίας φησίν. Νίκανδρος δʼ Κολοφώνιος ἑλάνην τὴν τῶν καλάμων δέσμην. λύχνα δὲ οὐδετέρως εἴρηκεν Ἡρόδοτος ἐν δευτέρᾳ Ἱστοριῶν λυχνοκαυτίαν δὲ ἣν οἱ πολλοὶ λέγουσιν λυχναψίαν Κηφισόδωρος ἐν Ὑί. καὶ Κύνουλκος αἰεί ποτε τῷ Οὐλπιανῷ ἀντικορυσσόμενος ἔφη· ἐμοὶ δέ, παῖ δωρόδειπνε, ἀσσαρίου κανδήλας πρίω, ἵνα κἀγὼ κατὰ τὸν καλὸν Ἀγάθωνα ἀναφωνήσω τάδε τὰ τοῦ ἡδίστου Ἀριστοφάνους· ἐκφέρετε πεύκας κατʼ Ἀγάθωνα φωσφόρους. καὶ ταῦτʼ εἰπὼν οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν, ὑπεξῆλθεν τοῦ συμποσίου ὑπνηλὸς κάρτα γενόμενος.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License