Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
55

καὶ Κύνουλκος· πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν, ἑταῖρε· ἐνδοξότατος δʼ ἦν Εὔβοιος Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα. μνημονεύει δʼ αὐτοῦ Τίμων ἐν τῷ πρώτῳ τῶν Σίλλων. Πολέμων δʼ ἐν τῷ δωδεκάτῳ τῶν πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει· καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονότας. εὑρετὴν μὲν οὖν τοῦ γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. λέγει γὰρ οὗτος ἐν τοῖς ἑξαμέτροις· Μοῦσά μοι Εὐρυμεδοντιάδεα, τὴν παντοχάρυβδιν, τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφʼ, ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὀλεῖται βουλῇ δημοσίῃ παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο κέχρηται δὲ καὶ Ἐπίχαρμος Συρακόσιος ἔν τισι τῶν δραμάτων ἐπʼ ὀλίγον καὶ Κρατῖνος τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατʼ αὐτὸν Ἡγήμων Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ οὕτως· ἐς δὲ Θάσον μʼ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς· πάντων ἀνδρῶν βδελυρώτατε, τίς σʼ ἀνέπεισε καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδʼ ἀναβῆναι; τοῖσι δʼ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτʼ ἔπος εἶπον· μνέα μʼ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντʼ ἀναβῆναι καὶ σπάνις, πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει εὐκούρων βδελυρῶν, ὀλλύντων τʼ ὀλλυμένων τε ἀνδρῶν, οἳ καὶ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν· οἷς καὶ ἐγὼ μετὰ τοῖσιν τὰ χρηίζων ἐποίθησα. αὖθις δʼ οὐκ ἐπὶ κέρδος ἀπείσομαι εἰς Θασίους μηθὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξων, μή τίς μοι κατὰ οἶκον Ἀχαιάδων νεμεσήσῃ πεσσομένης ἀλόχου τὸν ἀχαικὸν ἄρτον ἐν οἴκοις, καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντʼ ἐσιδοῦσα, ὡς φιλίων ωρμην παρʼ Ἀθηναίοισιν ἀείσας πεντήκοντʼ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω. ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ· δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει ʼς τὸν ἀγῶνα. καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License