Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
4

ἐκάλουν δὲ καὶ κατακτούς τινας κοττάβους. ἐστὶν δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος Βελλεροφόντῃ· τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μου; ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι. Ἀντιφάνης δʼ ἐν Ἀφροδίτης Γοναῖς· τονδὶ λέγω, σὺ δʼ οὐ συνιεῖς; κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν ......... πέντε νικητήριον. Β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον; Α. ἐγὼ διδάξω καθʼ ἕν· ὃς ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν Β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; Α. τοῦτʼ ἐστὶ πλάστιγξ οὗτος κρατῶν γίγνεται. Β. πῶς δʼ εἴσεταί τις τοῦτʼ; Α. ἐὰν θίγῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; καὶ μετʼ ὀλίγα· δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολύν· ἔπειτʼ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε; τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. Α. οὕτω ποιήσεις. Β. ἀλλʼ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτόσʼ. Α. ἀλλὰ μάνθανε.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License