Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
33

δὲ τῶν στεφάνων καὶ μύρων πρότερον εἴσοδος εἰς τὰ συμπόσια ἡγεῖτο τῆς δευτέρας τραπέζης, ὡς παρίστησι Νικόστρατος ἐν Ψευδοστιγματίᾳ διὰ τούτων· καὶ σὺ μὲν τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει, κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν, μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ. Φιλόξενος δʼ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ ἀρχὴν ποιεῖται τὸν στέφανον τῆς εὐωχίας οὑτωσὶ λέγων· κατὰ χειρὸς δʼ ἤλυθʼ ὕδωρ· ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων προχόῳ ἐπέχευεν. εἶτʼ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων κλαδέων δισύναπτον. Εὔβουλος Τιτθαῖς· ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότʼ εἰς δόμους, εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει, ᾔρετο τράπεζα, παρέκειθʼ ἅμα τετριμμένη μᾶζα χαριτοβλέφαρος. τοῦτο δʼ ἦν ἔθος καὶ παρʼ Αἰγυπτίοις, ὡς Νικόστρατός φησιν ἐν Τοκιστῇ. Αἰγύπτιον γὰρ ὑποστησάμενος τὸν τοκιστήν φησιν· καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας καὶ στέφανον. εἶεν· καλὸς καιρός, Χαιρεφῶν. σὺ δὲ γαστρίζου, Κύνουλκε· καὶ μετὰ ταῦτα ἡμῖν εἰπὲ διὰ τί Κρατῖνος εἴρηκε τὸν μελίλωτον τῷ τʼ ἀειφρούρῳ μελιλώτῳ. ἐπεὶ δέ σε ὁρῶ ἔξοινον ἤδη γεγενημένον οὕτως δʼ εἴρηκε τὸν μεθύσην Ἄλεξις ἐν Εἰσοικιζομένῳ παύσομαί σε ἐρεσχηλῶν καὶ τοῖς παισὶ παρακελεύομαι κατὰ τὸν Σοφοκλέα, ὃς ἐν Συνδείπνοις φησί· φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν κρατῆρʼ· ὅδʼ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται. καὶ κατὰ τὸν Φλιάσιον δὲ Ἀριστίαν· καὶ γὰρ οὗτος ἐν ταῖς ἐπιγραφομέναις Κηρσὶν ἔφη· σύνδειπνος ʼπίκωμος μαζαγρέτας, Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων. ἐπεὶ δὲ τοσούτων λεχθέντων μηδὲν ἀποκρίνεται, κελεύω αὐτὸν κατὰ τοὺς Ἀλέξιδος Διδύμους ΧΥΔΑΙΟΙΣ στεφανωθέντα στεφάνοις ἐξάγεσθαι τοῦ συμποσίου. τῶν δὲ χυδαίων στεφάνων μνημονεύων κωμῳδιοποιός φησιν· στεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων. κἀγὼ δʼ ἐπὶ τούτοις τοῦ λέγειν ἤδη παύσομαι τὸ τήμερον, παραχωρῶν τε τὸν περὶ τῶν μύρων λόγον τοῖς βουλομένοις διεξέρχεσθαι τῷ τε παιδὶ προστάττων ἐπὶ τῇ στεφανηφόρῳ ταύτῃ μου διαλέξει κατὰ τὸν Ἀντιφάνη στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί. οὕτω γὰρ τὴν τῶν λόγων ἔξοδον ὥσπερ δράματος ποιήσομαι. καὶ μετʼ οὐ πολλὰς ἡμέρας ὥσπερ αὐτὸς αὑτοῦ σιωπὴν καταμαντευσάμενος ἀπέθανεν εὐτυχῶς, οὐδένα καιρὸν νόσῳ παραδούς, πολλὰ δὲ λυπήσας ἡμᾶς τοὺς ἑταίρους.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License