Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
31

Νίκανδρος δʼ ἐν δευτέρῳ Γεωργικῶν καταλέγων καὶ αὐτὸς στεφανωτικὰ ἄνθη καὶ περὶ Ἰωνιάδων Νυμφῶν καὶ περὶ ῥόδων τάδε λέγει· ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὡς ὡραῖα φυτεύοις, ἄνθεʼ Ἰαονίηθε· γένη γε μὲν ἰάσι δισσά, ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσεικές, ἅσσα τʼ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν. ἤνυσε γὰρ χλούνηνδε μετεσσύμενος σκυλάκεσσιν, Ἀλφειῷ καὶ λύθρον ἑῶν ἐπλύνατο γυίων, ἑσπέριος Νύμφαισιν Ἰαονίδεσσι νυχεύσων. αὐτὰρ ἀκανθοβόλοιο ῥόδου κατατέμνεο βλάστας τάφροις τʼ ἐμπήξειας, ὅσον διπάλαιστα τελέσκων. πρῶτα μὲν Ὠδονίηθε Μίδης ἅπερ Ἀσίδος ἀρχὴν λείπων ἐν κλήροισιν ἀνέτρεφεν Ἠμαθίοισιν, αἰὲν ἐς ἑξήκοντα πέριξ κομόωντα πετήλοις· δεύτερα Νισαίης Μεγαρηίδος, οὐδὲ Φάσηλις οὐδʼ αὐτὴ Λεύκοφρυν ἀγασσαμένη ἐπιμεμφής, Ληθαίου Μάγνητος ἐφʼ ὕδασιν εὐθαλέουσα. κισσοῦ δʼ ἄλλοτε κλῶνας ἐυρρίζου καπέτοισιν, πολλάκι δὲ στέφος αὐτὸ κορυμβηλοῖο φυτεύσαις θράσκιον ἀργωπὸν ἠὲ κλαδέεσσι πλανήτην· βλαστοδρεπιδεχυτοιο καὶ εἰς μίαν ὄρσεο κόρσην, σπεῖραν ὑπὸ σπυρίδεσσι νεοπλέκτοισι καθάπτων, ὄφρα δύο κροκόωντες ἐπιζυγέοντε κορύμβοι μέσφα συνωρίζωσιν ὑπερφιάλοιο μετώπου, χλωροῖς ἀμφοτέρωθεν ἐπηρεφέες πετάλοισιν. σπέρματι μὴν κάλυκες κεφαλήγονοι ἀντελέουσιν, ἀργήεις πετάλοισι, κρόκῳ μέσα χροιισθεῖσαι· κρίνα, λείρια δʼ ἄλλοι ἐπιφθέγγονται ἀοιδῶν, οἳ δὲ καὶ ἀμβροσίην, πολέες δέ τε χάρμʼ Ἀφροδίτης· ἤρισε γὰρ χροιῇ. τὸ δέ που ἐπὶ μέσσον ὄνειδος ὅπλον βρωμήταο διεκτέλλον πεφάτισται. ἶρις δʼ ἐν ῥίζῃσιν ἀγαλλίας θʼ ὑακίνθῳ αἰαστῇ προσέοικε, χελιδονίοισι δὲ τέλλει ἄνθεσιν ἰσοδρομεῦσα, χελιδόσιν, αἵ τʼ ἀνὰ κόλπῳ φυλλάδα νηλείην ἐκχεύετον, ἀρτίγονοι δὲ εἴδοντʼ ἠμύουσαι αἰεὶ κάλυκες στομίοισιν. σὺν καὶ ἅπερ τʼ ὀξεῖα χροιῇ λυχνὶς οὐδὲ θρυαλλίς, οὐδὲ μὲν ἀνθεμίδων κενεὴ γηρύσεται ἀκμή, οὐδὲ βοάνθεμα κεῖνα τά τʼ αἰπύτατον κάρη ὑψοῖ, φλόξ τε θεοῦ αὐγῇσιν ἀνερχομένῃς ἰσάουσα. ἕρπυλλον δὲ φριαλευσοτεν βώλοισι φυτεύσεις, ὄφρα κλάδοις μακροῖσιν ἐφερπύζων διάηται ἠὲ κατακρεμάησιν ἐφιμείρων ποτὰ Νυμφέων. καὶ δʼ αὐτῆς μήκωνος ἄπο πλαταγώνια βάλλοις, ἄβρωτον κώδειαν ὄφρα κνώπεσσι φυλάξῃ· φυλλάσιν γὰρ πάντα διοιγομέναισιν ἐφίζει ἑρπετά, τὴν δὲ δρόσοισιν ἐισκομένην βοτέονται κώδειαν, καρποῖο μελιχροτέρου πλήθουσαν. θρίων δʼ οἰχομένων ῥέα μὲν φλόγες, ἄλλοτε ῥιπαὶ πῆξαν σάρκα τυπῇσι· τὰ δʼ οὐ βάσιν ἐστήριξαν, θρῖα δʼ οὐ λέγει τὰ τῆς συκῆς, ἀλλὰ τὰ τῆς μήκωνος οὔτε τι παι βρώμην ποτιδεγμένα· πολλάκι δʼ ἴχνη στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις· ἁδρύνει δὲ βλάστα βαθεῖʼ ἐν τεύχεϊ κόπρος, σαμψύχου λιβάνου τε νέας κλάδας ἠδʼ ὅσα κῆποι ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν. γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων κύπρος τʼ ὀσμηρόν τε σισύμβριον ὅσσα τε κοίλοις ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν κάλλεα, βουφθαλμόν τε καὶ εὐειδὲς Διὸς ἄνθος, χάλκας, σὺν δʼ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς ὀρφνοτέρας, ἃς στύξε μετʼ ἄνθεσι Περσεφόνεια. σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται, αὐταί τʼ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν. (ἐν ἐνίοις δὲ γράφεται ἐφελκόμεναι φιλοχροιαῖς.) πᾶς δέ τις ἑλένειον ἀστέρα φωτίζοντα δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται· πολλάκι θελμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους σαύρην θʼ, χθονίου πέφαται στέφος Ἡγεσιλάου.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License