Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
28

ΚΟΣΜΟΣΑΝΔΑΛΩΝ δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων· κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις. Κλέαρχος δʼ ἐν βʹ Βίων ὅρα, φησίν, τοὺς τὸ κοσμοσάνδαλον ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ· οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε; νῦν δʼ ὁμηρεύουσʼ ἔχοντες πορφυροῦς κεκρυφάλους; Ἱκέσιος δʼ ἐν δευτέρῳ περὶ Ὕλης τὸ ΛΕΥΚΟΙΟΝ φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, πολὺ δʼ ἀρίστην εὐωδίαν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. τὸ δὲ μέλαν, φησί, τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δʼ ἐστὶ πολὺ μᾶλλον. Ἀπολλόδωρος δὲ ἐν τῷ περὶ Θηρίων φησί· χαμαίπιτυν, οἳ δὲ ὁλόκυρον, οἱ δὲ Ἀθήνησιν ἰωνιάν, οἱ δὲ κατʼ Εὔβοιαν σιδηρῖτιν. Νίκανδρος δʼ ἐν δευτέρῳ Γεωργικῶν τὰ δὲ ἔπη ὀλίγον ὕστερον παραθήσομαι, ὅταν περὶ πάντων τῶν στεφανωματικῶν ἀνθῶν διεξέρχωμαι τὸ ἴον, φησίν, Ἰωνιάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ. τὸν δὲ ΝΑΡΚΙΣΣΟΝ ἐν τῷ ϛʹ περὶ Φυτῶν Ἱστορίας Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. εἶθʼ ὑποβὰς ὡς διαλλάσσοντα τίθησιν νάρκισσον καὶ λείριον. Εὔμαχος δʼ Κορκυραῖος ἐν Ῥιζοτομικῷ καὶ ἀκακαλλίδα φησὶ καλεῖσθαι τὸν νάρκισσον καὶ κρόταλον. τοῦ δὲ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως· ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ. τῆς δʼ ΕΡΠΥΛΛΟΥ, φησὶ Θεόφραστος, τὴν ἄγριον κομίζοντες ἐκ τῶν ὀρῶν φυτεύουσιν ἐν Σικυῶνι καὶ Ἀθήνησιν ἐκ τοῦ Ὑμηττοῦ. παρʼ ἄλλοις δὲ ὅλα ὄρη πλήρη ἐστὶ τοῦ ἄνθους, καθάπερ ἐν Θρᾴκῃ. Φιλῖνος δέ φησιν αὐτὴν ζυγίδα καλεῖσθαι. περὶ δὲ τῆς ΛΥΧΝΙΔΟΣ λέγων Ἀμερίας Μακεδὼν ἐν τῷ Ῥιζοτομικῷ φησιν ἀναφῦναι αὐτὴν ἐκ τῶν Ἀφροδίτης λουτρῶν, ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα Ἀφροδίτη ἐλούσατο. εἶναι δʼ ἀρίστην ἐν Κύπρῳ καὶ Λήμνῳ, ἔτι δὲ Στρογγύλῃ καὶ Ἔρυκι καὶ Κυθήροις. δʼ ΙΡΙΣ, φησὶ Θεόφραστος, ἀνθεῖ τοῦ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθέων εὔοσμος ἐστίν. ἀρίστη δʼ ἐστὶν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. Φιλῖνος δέ φησι τὰ ἄνθη τῆς ἴριδος λέγεσθαι λύκους διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσι. Νικόλαος δʼ Δαμασκηνὸς ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν πρὸς ταῖς ἑκατὸν περὶ τὰς Ἄλπεις λίμνην τινά φησιν εἶναι πολλῶν σταδίων οὖσαν, ἧς περὶ τὸν κύκλον πεφυκέναι διʼ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα, ὅμοια ταῖς καλουμέναις ΚΑΛΧΑΙΣ. τῶν δὲ καλχῶν μέμνηται καὶ Ἀλκμὰν ἐν τούτοις· χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν. μνημονεύει αὐτῶν καὶ Ἐπίχαρμος ἐν Ἀγρωστίνῳ.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License