Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 15

Paragraph
17

Φιλωνίδης δʼ ἰατρὸς ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων ἐκ τῆς Ἐρυθρᾶς, φησίν, θαλάσσης ὑπὸ Διονύσου μετενεχθείσης εἰς τὴν Ἑλλάδα τῆς ἀμπέλου καὶ πρὸς ἄμετρον ἀπόλαυσιν τῶν πολλῶν ἐκτρεπομένων ἄκρατόν τε προσφερομένων αὐτῶν, οἳ μὲν μανιωδῶς ἐκτρεπόμενοι παρέπαιον, οἳ δὲ νεκροῖς ἐῴκεσαν ἀπὸ τῆς καρώσεως. ἐπʼ ἀκτῆς δέ τινων πινόντων ἐπιπεσὼν ὄμβρος τὸ μὲν συμπόσιον διέλυσεν, τὸν δὲ κρατῆρα, ὃς εἶχεν ὀλίγον οἶνον ὑπολελειμμένον, ἐπλήρωσεν ὕδατος. γενομένης δʼ αἰθρίας εἰς τὸν αὐτὸν ὑποστρέψαντες τόπον, γευσάμενοι τοῦ μίγματος προσηνῆ καὶ ἄλυπον ἔσχον ἀπόλαυσιν. καὶ διὰ τοῦθʼ οἱ Ἕλληνες τῷ μὲν παρὰ δεῖπνον ἀκράτῳ προσδιδομένῳ τὸν Ἀγαθὸν ἐπιφωνοῦσι Δαίμονα, τιμῶντες τὸν εὑρόντα δαίμονα· ἦν δʼ οὗτος Διόνυσος. τῷ δὲ μετὰ δεῖπνον κεκραμένῳ πρώτῳ διδομένῳ ποτηρίῳ Δία Σωτῆρα ἐπιλέγουσι, τῆς ἐκ τοῦ μίγματος ἀλύπου κράσεως τὸν καὶ τῶν ὄμβρων ἀρχηγὸν αἴτιον ὑπολαβόντες. ἔδει μὲν οὖν βοηθημάτων τοῖς ἐν τῷ πότῳ κεφαλὴν ἐπιθλιβεῖσιν, ἦν δὲ δεσμὸς ἐξ αὐτῶν προχειρότατος καὶ τῆς φύσεως ἐπὶ τοῦτο ὁδηγούσης. ἀλγήσας γάρ τις κεφαλήν, ὥς φησιν Ἀνδρέας, εἶτα πιέσας καὶ κουφισθεὶς εὗρεν κεφαλαλγίας δεσμὸν φάρμακον. τούτῳ οὖν βοηθήματι πρὸς πότους χρώμενοι τοῖς παραπίπτουσι τὴν κεφαλὴν ἐδέσμευον· καὶ ἐπὶ τὸν κίσσινον στέφανον ἦλθον αὐτόματόν τε καὶ πολὺν ὄντα καὶ κατὰ πάντα τόπον γεννώμενον, ἔχοντα καὶ πρόσοψιν οὐκ ἀτερπῆ, χλωροῖς πετάλοις καὶ κορύμβοις σκιάζοντα τὸ μέτωπον καὶ τοὺς ἐν τῷ σφίγγειν τόνους ὑπομένοντα, προσέτι δὲ ψύχοντα χωρὶς ὀδμῆς καρούσης. καὶ ταύτῃ μοι δοκεῖ Διονύσῳ βίος ἀνεῖναι τὸ στέφος, τὸν εὑρετὴν τοῦ πώματος καὶ τῶν διʼ αὐτὸ ἐλασσωμάτων ἀλεξητῆρα βουλόμενος εἶναι. ἐντεῦθεν δὲ εἰς ἡδονὴν τραπέντες τὸ μὲν εἰς ... συμφέρον καὶ τοῖς ἐκ μέθης παραβοηθοῦν ἐλαττώμασιν στέφανος τοῦ πρὸς ὄψιν πρὸς ὀσμὴν ἐπιτερποῦς ἐφρόντισαν. διὸ μυρσίνης μὲν στέφανον στύφοντα καὶ τὴν οἴνων ἀναθυμίασιν ἀποκρουόμενον, ἔτι δὲ ῥόδινον ἔχοντά τι καὶ κεφαλαλγίας παρηγορικὸν σὺν τῷ καὶ κατὰ ποσὸν ψύχειν, πρὸς δὲ τοῖς δάφνινον οὐκ ἀλλότριον πότου ἡγητέον. λευκόινον δὲ κινητικὸν ὄντα κεφαλῆς καὶ ἀμαράκινον καὶ ἅπαντας τοὺς καροῦν δυναμένους βαρύνειν ἄλλως κεφαλὴν περιστατέον. τὰ αὐτὰ εἴρηκεν καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ Μύρων καὶ Στεφάνων ταῖς αὐταῖς λέξεσι. καὶ περὶ μὲν τούτων, ἑταῖροι, ταῦτα.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License