Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
80

ἐν δὲ τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμάς, οἷς καὶ τὸ πλῆθος ἐνεργεῖν ἔργον ἦν. οὐκ ἀπεικότως δὲ καὶ Ἀθηνίων ἐν Σαμόθρᾳξιν, ὥς φησιν Ἰόβας, μάγειρον εἰσάγει φυσιολογοῦντα διὰ τούτων· οὐκ οἶσθʼ ὅτι πάντων μαγειρικὴ τέχνη πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθʼ ὅλως; Β. τοιοῦτόν ἐστι τοῦτο; Α. πάνυ γε, βάρβαρε. τοῦ θηριώδους καὶ παρασπόνδου βίου ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς ἀλληλοφαγίας ἤγαγʼ εἰς τάξιν τινὰ καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον ζῶμεν. Β. τίνα τρόπον; Α. πρόσεχε, κἀγώ σοι φράσω. ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος ἔθυσʼ ἱερεῖον πρῶτος, ὤπτησεν κρέας. ὡς δʼ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δʼ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τινʼ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες· οὐ γὰρ ἦσαν οὐδέπω εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δʼ ἤρεσʼ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη, τῶν ἱερῶν γεγραμμένων τὰ πάτρια διατηροῦντες. ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχὴ γέγονε τῆς σωτηρίας, τὸ προσφιλοτεχνεῖν διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικὴν τέχνην. Β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. Α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον προιόντος εἰσηνέγκατʼ ἤδη τοῦ χρόνου· ἀκριβῶς ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρασʼ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδʼ ὁρώμενον, λάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω ἀπεῖχʼ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ· αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος ἠθροίζετʼ, ἐγένονθʼ αἱ πόλεις οἰκούμεναι διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν. Β. ἄνθρωπε χαῖρε, περὶ πόδʼ εἶ τῷ δεσπότῃ. Α. καταρχόμεθʼ ἡμεῖς οἱ μάγειροι, θύομεν, σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθʼ εὑρηκέναι τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς. Β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων. Α. ἥμαρτον. ἀλλὰ δεῦρο νῦν συνείσιθι ἐμοί, τά τʼ ἔνδον εὐτρεπῆ ποίει λαβών.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License