Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
68

ΒΟΤΡΥΣ δὲ ὅτι μὲν κοινὸν δῆλον. σταφυλῆς δὲ μέμνηται, καίτοι δοκοῦντος τοῦ ὀνόματος Ἀσιαγενοῦς εἶναι, Κράτης ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου, ἐν τοῖς Ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι διὰ τούτων· αὐτῇσι σταφυλῇσι μελαίνῃσιν κομόωντες. ὅτι δὲ καὶ παρʼ Ὁμήρῳ ἐστὶν παντὶ δῆλον Πλάτων δὲ ἐν ὀγδόῳ Νόμων καὶ βότρυς καὶ σταφυλὰς ὀνομάζει διὰ τούτων· ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτʼ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν νʹ ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν αὑτοῦ δρέπῃ, ἐὰν δʼ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δʼ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. ὃς δʼ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δʼ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ τῷ μὴ κινεῖν τι μὴ κατέθετο, ἐκείνως αἰεὶ ζημιούσθω. ταῦτα μὲν θεῖος Πλάτων· ἐγὼ δὲ πάλιν ζητῶ τίς γενναία σταφυλὴ καὶ τίνα τὰ γενναῖα σῦκα. ὥρα οὖν ὑμῖν ζητεῖν, ἕως ἐγὼ περὶ τῶν ἑξῆς παρακειμένων διεξέλθω. καὶ Μασσούριος ἔφη· μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τʼ ἔννηφι γενναῖα λέγει τὰ εὐγενῆ φιλόσοφος, ὡς καὶ Ἀρχίλοχος· πάρελθε, γενναῖος γὰρ εἶς. τὰ ἐπιγεγεννημένα οἷον τὰ ἐπεμβεβλημένα. γὰρ Ἀριστοτέλης καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας. ..... Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· σῦκα καὶ βότρυς καὶ ἐλαίας συλλέγων. Ξενοφῶν ἐν Οἰκονομικῷ· ὑπὸ τοῦ ἡλίου γλυκαίνεσθαι τὰς σταφυλάς. οἴδασιν δὲ οἱ πρὸ ἡμῶν καὶ τοὺς ἐν οἴνῳ συντιθεμένους βότρυς. Εὔβουλος γοῦν ἐν Κατακολλωμένῳ φησίν· ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς καὶ βότρυς τρώγειν ἀνάγκαζʼ αὐτὸν ἐξ οἴνου συχνούς. δὲ τὸν Χείρωνα πεποιηκὼς τὸν εἰς Φερεκράτην ἀναφερόμενόν φησιν· ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς καὶ μυελόν. ὅτι δʼ ἐν ταῖς Ἀθήναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι, μαρτυρεῖ Ἀριστοφάνης ἐν Ὥραις τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων· σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγίνετο Λυγκεὺς δʼ ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐπαινῶν τὸν κατὰ τὴν Ἀττικὴν γινόμενον Νικοστράτειον βότρυν καὶ ἀντιτιθεὶς αὐτῷ τοὺς Ῥοδιακούς φησιν· τῷ δʼ ἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν Ἱππώνειον ἀντεκτρέφουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License