Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
61

ἐπὶ τούτῳ ἐλεγχθεὶς Σύρος καὶ δηχθεὶς σφόδρα ἀλλὰ μήν, ἔφη, παράκειται ἡμῖν ἐπὶ τῆς τραπέζης καὶ ψιττάκια· ἅπερ ἢν εἴπῃς παρὰ τίνι κεῖται, δώσω σοι οὐ χρυσέους δέκα στατῆρας κατὰ τὸν Ποντικὸν λεσχηνευτήν, ἀλλὰ τουτὶ τὸ ἔκπωμα. σιωπήσαντος δὲ τοῦ Δημοκρίτου ἀλλʼ ἐπεὶ ἀπορεῖς, ἔφη, ἐγώ σε διδάξω. Νίκανδρος μὲν Κολοφώνιος ἐν τοῖς Θηριακοῖς μνημονεύων αὐτῶν φησιν· φιττάκιʼ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια. γράφεται δὲ καί βιστάκια ...... ἀμυγδαλόεντα πέφανται. καὶ Ποσειδώνιος δὲ ἀπὸ τῆς στοᾶς ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν γράφει οὕτως· φέρει δὲ καὶ τὸ πέρσειον Ἀραβία καὶ Συρία καὶ τὸ καλούμενον βιστάκιον· δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δʼ ἔνδον ἔγχλωρον καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον. οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες ἀδελφοὶ ἐν τῷ γʹ γράφουσιν οὕτως· καὶ τὴν μελίαν καὶ τὴν τέρμινθον, δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν. καὶ οὗτοι μὲν διὰ τοῦ π πιστάκια ταῦτα ὠνόμασαν, δὲ Νίκανδρος δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License