Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
56

ΧΟΡΙΑ βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα. ΑΜΟΡΒΙΤΗΣ πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἳ δὲ ... ΠΑΙΣΑ πλακούντια παρὰ Κῴοις, ὥς φησιν Ἰατροκλῆς. ΣΗΣΑΜΙΔΕΣ ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις Κόλαξιν· ὃς χαρίτων μὲν ὄζει, καλλαβίδας δὲ βαίνει, σησαμίδας δὲ χέζει, μῆλα δὲ χρέμπτεται. Ἀντιφάνης Δευκαλίωνι· σησαμίδας μελίπηκτα τοιοῦτό τι. μνημονεύει αὐτῶν καὶ Ἔφιππος ἐν Κύδωνι· πρόκειται τὸ μαρτύριον ΓΕΛΩΝΕΙΟΣ πλακοῦς ..... ΜΥΛΛΟΙ. Ἡρακλείδης Συρακόσιος ἐν τῷ περὶ Θεσμῶν ἐν Συρακούσαις φησὶ τοῖς Παντελείοις τῶν Θεσμοφορίων ἐκ σησάμου καὶ μέλιτος κατασκευάζεσθαι ἐφήβαια γυναικεῖα, καλεῖσθαι κατὰ πᾶσαν Σικελίαν μυλλοὺς καὶ περιφέρεσθαι ταῖς θεαῖς. ΕΧΙΝΟΣ. Λυγκεὺς Σάμιος ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐκ παραλλήλου τιθεὶς τὰ κατὰ τὴν Ἀττικὴν ἐξαιρέτως γινόμενα τοῖς ἐν τῇ Ῥόδῳ γράφει οὕτως· τῇ δὲ περὶ τὸν ἄμητα δόξῃ τὸν καινὸν ἀνταγωνιστὴν ἐπὶ τῆς δευτέρας εἰσάγουσι τραπέζης ἐχῖνον. ὑπὲρ οὗ νῦν μὲν ἐπὶ κεφαλαίου· παραγενομένου δὲ σοῦ καὶ συντεθέντος κατὰ τοὺς ἐν Ῥόδῳ νόμους ἀπομασησαμένου πειράσομαι πλείω περιθεῖναι λόγον. ΚΟΤΥΛΙΣΚΟΙ. Ἡρακλέων Ἐφέσιος πλακοῦντάς τινάς φησιν οὕτω καλεῖσθαι τοὺς ἐκ τρίτου μέρους τῆς χοίνικος γινομένους. ΧΟΙΡΙΝΑΙ. τούτων μνημονεύει Ἰατροκλῆς ἐν τῷ περὶ Πλακούντων καὶ τοῦ ΠΥΡΑΜΟΥΝΤΟΣ καλουμένου, οὐ διαφέρειν λέγων τῆς πυραμίδος καλουμένης. γίνεσθαι γὰρ ταύτην ἐκ πυρῶν πεφωσμένων καὶ μέλιτι δεδευμένων. αὗται δὲ ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License