Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
53

ΔΙΑΚΟΝΙΟΝ. Φερεκράτης· ὑπὸ τῆς ἀπληστίας διακόνιον ἐπήσθιʼ, ἀμφιφῶντʼ ἔχων. ΑΜΦΙΦΩΝ πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δʼ ἐν κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ Ῥοδίᾳ· Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω, πότνιʼ, ἀμφιφῶντα καὶ σπονδήσιμα. μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ Φιλόχορος δʼ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ οὐρανὸς ἀμφιφῶς γίνεται. ΒΑΣΥΝΙΑΣ. Σῆμος ἐν βʹ Δηλιάδος ἐν τῇ τῆς Ἑκάτης, φησίν, νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. ἐστὶν δὲ ἑφθὸν πύρινον, σταῖς σὺν μέλιτι καὶ τὰ καλούμενα κόκκωρα ἰσχὰς καὶ κάρυα τρία. ΣΤΡΕΠΤΟΙ καὶ ΝΕΗΛΑΤΑ. τούτων μνημονεύει Δημοσθένης ῥήτωρ ἐν τῷ ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου ΕΠΙΧΥΤΩΝ Νικοφῶν ἐν Χειρογάστορσιν· ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα, κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους, πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας. Πάμφιλος δὲ τὸν ΑΤΤΑΝΙΤΗΝ καλούμενον ἐπίχυτόν φησι καλεῖσθαι. τοῦ δὲ ἀττανίτου Ἱππῶναξ ἐν τούτοις μνημονεύει· οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων, οὐ τηγανίτας σησάμοισι φαρμάσσων, οὐδʼ ἀττανίτας κηρίοισιν ἐμβάπτων. ΚΗΡΙΟΝ πλακοῦς ἄρτος, ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δʼ ἐν ἄνθραξιν, καὶ καλοῦνται ἐπʼ αὐτὸν οἱ φίλοι, παρατίθεται δὲ μετὰ μέλιτος, ὥς φησιν Φιλητᾶς ἐν Ἀτάκτοις ΓΛΥΚΙΝΑΣ διὰ γλυκέος οἴνου καὶ ἐλαίου πλακοῦς παρὰ Κρησίν, ὥς φησι Σέλευκος ἐν Γλώσσαις. ΕΜΠΕΠΤΑΣ, αὐτός φησι, πύρινος ἄρτος κοῖλος καὶ σύμμετρος, ὅμοιος ταῖς λεγομέναις κρηπῖσιν, εἰς ἃς ἐντίθεται τὰ διὰ τοῦ τυροῦ σκευαζόμενα πλακούντια.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License