Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 14

Paragraph
23

Ἀγίας δʼ μουσικὸς ἔφη τὸν στύρακα τὸν ἐν ταῖς ὀρχήστραις θυμιώμενον τοῖς Διονυσίοις φρύγιον ποιεῖν ὀδμὴν τοῖς αἰσθανομένοις. τὸ δʼ ἀρχαῖον μουσικὴ ἐπʼ ἀνδρείαν προτροπὴ ἦν. Ἀλκαῖος γοῦν ποιητής, εἴ τις καὶ ἄλλος μουσικώτατος γενόμενος, πρότερα τῶν κατὰ ποιητικὴν τὰ κατὰ τὴν ἀνδρείαν τίθεται, μᾶλλον τοῦ δέοντος πολεμικὸς γενόμενος. διὸ καὶ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενός φησιν· μαρμαίρει δὲ μέγας δόμος χαλκῷ· πᾶσα δʼ Ἄρῃ κεκόσμηται στέγη λαμπραῖσιν κυνίαισι, κὰτ τᾶν λευκοὶ καθύπερθεν ἵππιοι λόφοι νεύουσιν, κεφαλαῖσιν ἀνδρῶν ἀγάλματα· χάλκιαι δὲ πασσάλοις κρυπτοῖσιν περικείμεναι λαμπραὶ κναμίδες, ἄρκος ἰσχυρῶ βέλευς· θόρρακές τε νέω λίνω, κόιλαι τε κατʼ ἀσπίδες βεβλημέναι. πὰρ δὲ Χαλκιδικαὶ σπάθαι, πὰρ δὲ ζώματα πολλὰ καὶ κυπαττίδες. τῶν οὐκ ἔστι λαθέσθʼ, ἐπειδὴ πρώτισθʼ ὑπὸ ἔργον ἕσταμεν τόδε. καίτοι μᾶλλον ἴσως ἥρμοττε τὴν οἰκίαν πλήρη εἶναι μουσικῶν ὀργάνων. ἀλλʼ οἱ παλαιοὶ τὴν ἀνδρείαν ὑπελάμβανον εἶναι μεγίστην τῶν πολιτικῶν ἀρετῶν, καὶ ταύτῃ τὰ πολλὰ προσνέμειν ... οὐ τοῖς ἄλλοις. Ἀρχίλοχος γοῦν ἀγαθὸς ὢν ποιητὴς πρῶτον ἐκαυχήσατο τῷ δύνασθαι μετέχειν τῶν πολιτικῶν ἀγώνων, δεύτερον δὲ ἐμνήσθη τῶν περὶ τὴν ποιητικὴν ὑπαρχόντων αὐτῷ, λέγων· εἰμὶ δʼ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος, καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος. ὁμοίως δὲ καὶ Αἰσχύλος τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἧττον ἐπὶ τοῦ τάφου ἐπιγραφῆναι ἠξίωσεν μᾶλλον τὴν ἀνδρείαν, ποιήσας· ἀλκὴν δʼ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι καὶ βαθυχαῖταί κεν Μῆδοι ἐπιστάμενοι.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License