οὐ παραληπτέον δὲ τὴν μουσικήν, φησὶν Πολύβιος ὁ Μεγαλοπολίτης, ὡς Ἔφορος ἱστορεῖ, ἐπὶ ἀπάτῃ καὶ γοητείᾳ παρεισῆχθαι τοῖς ἀνθρώποις, οὐδὲ τοὺς παλαιοὺς Κρητῶν καὶ Λακεδαιμονίων αὐλὸν καὶ ῥυθμὸν εἰς τὸν πόλεμον ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, οὐδὲ τοὺς πρώτους Ἀρκάδων εἰς τὴν ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν, ὥστε μὴ μόνον ἐν παισὶν ἀλλὰ καὶ ἐν νεανίσκοις γενομένοις ἕως λʹ ἐτῶν κατʼ ἀνάγκην σύντροφον ποιεῖν αὐτήν, τἄλλα τοῖς βίοις ὄντας αὐστηροτάτους. παρὰ γοῦν μόνοις Ἀρκάσιν οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμον τοὺς ὕμνους καὶ παιᾶνας, οἷς ἕκαστοι κατὰ τὰ πάτρια τοὺς ἐπιχωρίους ἥρωας καὶ θεοὺς ὑμνοῦσι. μετὰ δὲ ταῦτα τοὺς Τιμοθέου καὶ Φιλοξένου νόμους μανθάνοντες χορεύουσι κατʼ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις, οἱ μὲν οὖν παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δὲ νεανίσκοι τοὺς τῶν ἀνδρῶν. καὶ παρʼ ὅλον δὲ τὸν βίον ἐν ταῖς συνουσίαις ταῖς κοιναῖς οὐχ οὕτω ποιοῦνται τὰς ἀγωγὰς διὰ τῶν ἐπεισάκτων ἀκροαμάτων ὡς διʼ αὑτῶν, ἀνὰ μέρος ᾄδειν ἀλλήλοις προστάττοντες. καὶ τῶν μὲν ἄλλων μαθημάτων ἀρνηθῆναί τι μὴ εἰδέναι οὐδενὶ αὐτῶν αἰσχρόν ἐστιν, τὸ δὲ ᾄδειν ἀποτρίβεσθαι αἰσχρὸν παρʼ αὐτοῖς νομίζεται. καὶ μὴν ἐμβατήρια μετʼ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες, ἔτι δὲ ὀρχήσεις ἐκπονοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατʼ ἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται. ταῦτʼ οὖν αὐτοὺς εἴθισαν οἱ παλαιοὶ οὐ τρυφῆς καὶ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες τὴν ἑκάστου κατὰ τὸν βίον σκληρότητα καὶ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ τὸ πλεῖστον ἐν τοῖς τόποις ὑπάρχουσαν, οἷς καὶ συνεξομοιοῦσθαι πεφύκαμεν πάντες ἄνθρωποι· διὸ καὶ κατὰ τὰς ἐθνικὰς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθεσι καὶ μορφαῖς καὶ χρώμασιν. πρὸς δὲ τούτοις συνόδους κοινὰς καὶ θυσίας ἀνδράσι καὶ γυναιξὶ κατείθισαν, ἔτι δὲ χοροὺς παρθένων ὁμοῦ καὶ παίδων, σπεύδοντες τὸ τῆς φύσεως ἀτέραμνον διὰ τῆς τῶν ἐθισμῶν κατασκευῆς ἐξημεροῦν καὶ πραύνειν. ὧν Κυναιθεῖς ὀλιγωρήσαντες εἰς τέλος, καίτοι σκληρότατον παρὰ πολὺ τῆς Ἀρκαδίας ὁμοῦ τῷ τόπῳ καὶ τὸν ἀέρα ἔχοντες, πρὸς μὲν αὐτὰς τὰς ἐν ἀλλήλοις παρατριβὰς καὶ φιλοτιμίας ὁρμήσαντες τέλος ἀπεθηριώθησαν οὕτως ὡς μέγιστα ἀσεβήματα παρὰ μόνοις αὐτοῖς γίνεσθαι. καθʼ οὓς δὲ καιροὺς τὴν μεγάλην σφαγὴν ἐποιήσαντο, εἰς ἅς ποτε πόλεις Ἀρκαδικὰς κατὰ τὴν δίοδον εἰσῆλθον, οἱ μὲν ἄλλοι παραχρῆμα πάντες αὐτοὺς ἐξεκήρυξαν, Μαντινεῖς δὲ καὶ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καθαρμὸν τῆς πόλεως ἐποιήσαντο σφάγια περιαγαγόντες κύκλῳ τῆς χώρας ἁπάσης.
|