Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
93

συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα Κλέαρχον οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε· καίτοι τοῦ ζῴου τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισάμενοι τηρεῖτε. αἰσθήσει τε γὰρ τῇ πρὸς ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον θαυμαστὸν καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον· ὧν οὐδέτερον πρόσεστιν ὑμῖν τοῖς τὸν κυνικὸν βίον μιμουμένοις. οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῆτε. λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι δὲ ταλαιπώρου καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τούτοις ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες. ἐξ ὧν ἁπάντων ἀλλότριοι μὲν ἀρετῆς, μάταιοι δὲ ἐστὲ εἰς τὸ τοῦ βίου χρήσιμον. οὐδὲν γάρ ἐστι τῶν καλουμένων φιλοσόφων ἀφιλοσοφώτερον. τίς γὰρ ἤλπισεν ἂν Αἰσχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρόπους ὁποῖόν φησι Λυσίας ῥήτωρ ἐν τοῖς τῶν Συμβολαίων λόγοις; ὃν ἐκ τῶν φερομένων ὡς αὐτοῦ διαλόγων θαυμάζομεν ὡς ἐπιεικῆ καὶ μέτριον, πλὴν εἰ μὴ ὡς ἀληθῶς τοῦ σοφοῦ Σωκράτους ἐστὶν συγγράμματα, ἐχαρίσθη δὲ αὐτῷ ὑπὸ Ξανθίππης τῆς Σωκράτους γυναικὸς μετὰ τὸν ἐκείνου θάνατον, ὡς οἱ ἀμφὶ τὸν Ἰδομενέα φασίν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License