Book 13
παρὰ δὲ Σπαρτιάταις, ὡς Ἅγνων φησὶν ὁ Ἀκαδημαικός, πρὸ τῶν γάμων ταῖς παρθένοις ὡς παιδικοῖς νόμος ἐστὶν ὁμιλεῖν. καὶ γὰρ ὁ νομοθέτης Σόλων ἔφη· μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος. Αἰσχύλος τε καὶ Σοφοκλῆς ἀναφανδὸν ἔφασαν, ὃ μὲν Μυρμιδόσιν· σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω, ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων, ὃ δʼ ἐν Κολχίσιν περὶ Γανυμήδους τὸν λόγον ποιούμενος· μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα. οὐκ ἀγνοῶ δὲ ὅτι τὰ περὶ Κρατῖνον καὶ Ἀριστόδημον πεπλάσθαι φησὶν Πολέμων ὁ περιηγητὴς ἐν ταῖς πρὸς τὸν Νεάνθην Ἀντιγραφαῖς ὑμεῖς δέ, ὦ Κύνουλκε, τὰς διηγήσεις ταύτας, κἂν ψευδεῖς ὦσιν, ἀληθεῖς εἶναι πιστεύετε, καὶ τὰ τοιαῦτα τῶν ποιημάτων ἃ περὶ τοὺς παιδικούς ἐστιν ἔρωτας ἡδέως μελετᾶτε .... τοῦ παιδεραστεῖν παρὰ πρώτων Κρητῶν εἰς τοὺς Ἕλληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος ἄλλοι δέ φασι τῶν τοιούτων ἐρώτων κατάρξασθαι Λάιον ξενωθέντα παρὰ Πέλοπι καὶ ἐρασθέντα τοῦ υἱοῦ αὐτοῦ Χρυσίππου, ὃν καὶ ἁρπάσαντα καὶ ἀναθέμενον εἰς ἅρμα εἰς Θήβας φυγεῖν. Πράξιλλα δʼ ἡ Σικυωνία ὑπὸ Διός φησιν ἁρπασθῆναι τὸν Χρύσιππον. καὶ Κελτοὶ δὲ τῶν βαρβάρων καίτοι καλλίστας ἔχοντες γυναῖκας παιδικοῖς μᾶλλον χαίρουσιν· ὡς πολλάκις ἐνίους ἐπὶ ταῖς δοραῖς μετὰ δύο ἐρωμένων ἀναπαύεσθαι. Πέρσας δὲ παρʼ Ἑλλήνων φησὶν Ἡρόδοτος μαθεῖν τὸ παισὶν χρῆσθαι.
|
CTS URN Retriever
The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.
The syntax of the URNs follows the specification of the CITE Architecture.
For example:
The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.
For example:
Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.
The icons on the left of each paragraph are links to external resources:
- list icon : automatic alignment of index entries with the Greek text of the Deipnosophists (indices by August Meineke, Georg Kaibel, and S. Douglas Olson);
- tag icon : POS tagging of the text through the OpenNLP POSTagger for Ancient Greek.
Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.
For example:
- Ath. Deipn. 1.1: Ἀθήναιος μὲν ὁ τῆς βίβλου πατήρ
urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc2:1.1@Ἀθήναιος[1]-πατήρ[1]