Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
71

οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην Ἁιδόθεν· ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον, ἔνθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον ψυχὰς οἰχομένων, λίμνης δʼ ἐπὶ μακρὸν ἀυτεῖ ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων. πόλλʼ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων Ὀρφεύς, παντοίους δʼ ἐξανέπεισε θεούς· Κωκυτόν τʼ ἀθέμιστον ἐπʼ ὀφρύσι μηνίσαντα ἠδὲ καὶ αἰνοτάτου βλέμμʼ ὑπέμεινε κυνός, ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δʼ ὄμμα, σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς. ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου. οὐ μὴν οὐδʼ υἱὸς Μήνης ἀγέραστον ἔθηκεν Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην· τε πολὺν μύστῃσιν Ἐλευσῖνος παρὰ πέζαν εὐασμὸν κρυφίων ἐξεφόρει λογίων, Ῥάριον ὀργειῶνι νόμῳ διαποιπνύουσα Δήμητρα· γνωστὴ δʼ ἐστὶ καὶ εἰν Ἀίδῃ. φημὶ δὲ καὶ Βοιωτὸν ἀποπρολιπόντα μέλαθρον Ἡσίοδον πάσης ἤρανον ἱστορίης Ἀσκραίων ἐσικέσθαι ἐρῶνθʼ Ἑλικωνίδα κώμην· ἔνθεν γʼ Ἠοίην μνώμενος Ἀσκραικὴν πόλλʼ ἔπαθεν, πάσας δὲ λόγων ἀνεγράψατο βίβλους, ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος. αὐτὸς δʼ οὗτος ἀοιδός, ὃν ἐκ Διὸς αἶσα φυλάσσει ἥδιστον πάντων δαίμονα μουσοπόλον, λεπτὴν δʼ ᾗσʼ Ἰθάκην ἐνετείνατο θεῖος Ὅμηρος ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης· ἣν διὰ πολλὰ παθὼν ὀλίγην ἐσενάσσατο νῆσον, πολλὸν ἀπʼ εὐρείης λειπόμενος πατρίδος· ἔκλεε δʼ Ἰκαρίου τε γένος καὶ δῆμον Ἀμύκλου καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων. Μίμνερμος δὲ τὸν ἡδὺν ὃς εὕρετο πολλὸν ἀνατλὰς ἦχον καὶ μαλακοῦ πνεῦμʼ ἀπὸ πενταμέτρου. καίετο μὲν Ναννοῦς· πολιῷ δʼ ἐπὶ πολλάκι λωτῷ κνημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ. δʼ ἠχθεεδʼ Ἑρμόβιον τὸν αἰεὶ βαρὺν ἠδὲ Φερεκλῆν ἐχθρὸν μισήσας οἷʼ ἀνέπεμψεν ἔπη. Λυδῆς δʼ Ἀντίμαχος Λυδηίδος ἐκ μὲν ἔρωτος πληγεὶς Πακτωλοῦ ῥεῦμʼ ἐπέβη ποταμοῦ· δαρδάνη δὲ θανοῦσαν ὑπὸ ξηρὴν θέτο γαῖαν κλαίων, αἰάζων δʼ ἦλθεν ἀποπρολιπὼν ἄκρην ἐς Κολοφῶνα· γόων δʼ ἐνεπλήσατο βίβλους ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου. Λέσβιος Ἀλκαῖος δὲ πόσους ἀνεδέξατο κώμους, Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον, γινώσκεις. δʼ ἀοιδὸς ἀηδόνος ἠράσαθʼ ὕμνων Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ. καὶ γὰρ τὴν μελιχρὸς ἐφωμίλησεν Ἀνακρέων στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι· φοίτα δʼ ἄλλοτε μὲν λείπων Σάμον, ἄλλοτε δʼ αὐτὴν οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα, Λέσβον ἐς εὔοινον· τὸ δὲ Μύσιον εἴσιδε Λέκτον πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας. Ἀτθὶς δʼ οἷα μέλισσα πολυπρήωνα Κολώνην λείπουσʼ ἐν τραγικαῖς ᾖδε χοροστασίαις Βάκχον καὶ τὸν Ἔρωτα Θεωρίδος ... ....... Ζεὺς ἔπορεν Σοφοκλεῖ. φημὶ δὲ καὶ κεῖνον τὸν αἰεὶ πεφυλαγμένον ἄνδρα καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα τόξου νυκτερινὰς οὐκ ἀποθέσθʼ ὀδύνας· ἀλλὰ Μακηδονίης πάσας κατενίσατο λαύρας Αἰγείων, μέθεπεν δʼ Ἀρχέλεω ταμίην· εἰσόκε .. δαίμων, Εὐριπίδη, εὕρετʼ ὄλεθρον, Ἀμφιβίου στυγνῶν ἀντιάσαντι κυνῶν. ἄνδρα δὲ τὸν Κυθέρηθεν, ὃν ἐθρέψαντο τιθῆναι Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην Μοῦσαι παίδευσάν τε Φιλόξενον, οἷα τιναχθεὶς ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως, γινώσκεις, ἀίουσα μέγαν πόθον ὃν Γαλατείης αὐτοῖς μηλείοις θήκαθʼ ὑπὸ προγόνοις. οἶσθα δὲ καὶ τὸν ἀοιδόν, ὃν Εὐρυπύλου πολιῆται Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ Βιττίδα μολπάζοντα θοήν, περὶ πάντα Φιλητᾶν ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν. οὐδὲ μὲν οὐδʼ ὁπόσοι σκληρὸν βίον ἐστήσαντο ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην, οὓς αὐτὴ περὶ πικρὰ λόγοις ἐσφίγξατο μῆτις καὶ δεινὴ μύθων κῆδος ἔχουσʼ ἀρετή, οὐδʼ οἳ δεινὸν ἔρωτος ἀπεστρέψαντο κυδοιμὸν φαινόμενον, δεινὸν δʼ ἦλθον ὑφʼ ἡνίοχον. οἵη μὲν Σάμιον μανίη κατέδησε Θεανοῦς Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης εὑρόμενον, καὶ κύκλον ὅσον περιβάλλεται αἰθὴρ βαιῇ ἐνὶ σφαίρῃ πάντʼ ἀπομασσόμενον. οἵῳ δʼ ἐχλίηνεν ὃν ἔξοχον ἔχρη Ἀπόλλων ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ Κύπρις μηνίουσα πυρὸς μένει. ἐκ δὲ βαθείης ψυχῆς κουφοτέρας ἐξεπόνησʼ ἀνίας, οἰκίʼ ἐς Ἀσπασίης πωλεύμενος· οὐδέ τι τέκμαρ εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους. ἄνδρα δὲ Κυρηναῖον ἔσω πόθος ἔσπασεν Ἰσθμοῦ, δεινὸν ὅτʼ Ἀπιδανῆς Λαίδος ἠράσατο ὀξὺς Ἀρίστιππος, πάσας δʼ ἠνήνατο λέσχας φεύγων ουδαμενον ἐξεφόρησε βίωι.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License