Λυσίας δʼ ἐν τῷ πρὸς Λαίδα, εἴ γε γνήσιος ὁ λόγος, τούτων μνημονεύει· Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια. μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς Ἀνθείας Ἄντειαν. οὐ γὰρ εὑρίσκομεν παρʼ οὐδενὶ Ἄνθειαν ἀναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ Ἀντείας καὶ ὅλον δρᾶμα ἐπιγραφόμενον, ὡς προεῖπον, Εὐνίκου ἢ Φιλυλλίου Ἄντειά ἐστιν. καὶ ὁ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς. ἐν δὲ τῷ κατὰ Φιλωνίδου βιαίων ὁ Λυσίας, εἰ γνήσιος ὁ λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται, κἀν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν Ἀντικύρας. ἐπώνυμον δʼ ἐστὶ τοῦτο ἑταίρας· τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστοφάνης εἴρηκεν ἐν τῷ περὶ Ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ἢ ὅτι αὐτὴν ἀναλαβὼν ὁ ἰατρὸς Νικόστρατος καὶ ἀποθνῄσκων κατέλιπεν αὐτῇ πολὺν ἐλλέβορον, ἄλλο δὲ οὐδέν. καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους Εἰρηνίδος ἑταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει. Ναννίου δὲ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους. αὕτη δὲ ὅτι Αἲξ ἐπεκαλεῖτο προείπομεν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι. ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδʼ εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδʼ ὅλως Ἀθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος. ἀλλʼ ὅ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως· ἑωθινὸς γάρ, πρίν τινʼ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν. μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως· Νάννιον δὲ μαίνεται ἐπὶ τῷ Διονύσῳ, κωμῳδῶν αὐτὴν ὡς μέθυσον. Μένανδρος δʼ ἐν Ψευδηρακλεῖ φησιν· οὐκ ἐπείρα Νάννιον; Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Προσκήνιον, φησίν, ἐπεκαλεῖτο ἡ Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, ἐκδῦσα δὲ ἦν αἰσχροτάτη. ἦν δὲ Κορώνης τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα. καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους. περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον Ἀθηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένην· ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως.
|