Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
51

Λυσίας δʼ ἐν τῷ πρὸς Λαίδα, εἴ γε γνήσιος λόγος, τούτων μνημονεύει· Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια. μήποτε δὲ δεῖ γράφειν ἀντὶ τῆς Ἀνθείας Ἄντειαν. οὐ γὰρ εὑρίσκομεν παρʼ οὐδενὶ Ἄνθειαν ἀναγεγραμμένην ἑταίραν, ἀπὸ δὲ Ἀντείας καὶ ὅλον δρᾶμα ἐπιγραφόμενον, ὡς προεῖπον, Εὐνίκου Φιλυλλίου Ἄντειά ἐστιν. καὶ τὸν κατὰ Νεαίρας δὲ λόγον γράψας μνημονεύει αὐτῆς ἐν δὲ τῷ κατὰ Φιλωνίδου βιαίων Λυσίας, εἰ γνήσιος λόγος, καὶ Ναίδος τῆς ἑταίρας μέμνηται, κἀν τῷ πρὸς Μέδοντα ψευδομαρτυριῶν Ἀντικύρας. ἐπώνυμον δʼ ἐστὶ τοῦτο ἑταίρας· τὸ γὰρ κύριον ἦν Οἴα, ὡς Ἀριστοφάνης εἴρηκεν ἐν τῷ περὶ Ἑταιρῶν, Ἀντικύραν αὐτὴν φάσκων κληθῆναι ἤτοι ὅτι συνέπινε παρακινοῦσι καὶ μεμηνόσιν ὅτι αὐτὴν ἀναλαβὼν ἰατρὸς Νικόστρατος καὶ ἀποθνῄσκων κατέλιπεν αὐτῇ πολὺν ἐλλέβορον, ἄλλο δὲ οὐδέν. καὶ Λυκοῦργος ἐν τῷ κατὰ Λεωκράτους Εἰρηνίδος ἑταίρας μέμνηται ὡς ἑταιρούσης τῷ Λεωκράτει. Ναννίου δὲ Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους αὕτη δὲ ὅτι Αἲξ ἐπεκαλεῖτο προείπομεν, διὰ τὸ Θαλλὸν τὸν κάπηλον ἐξαναλῶσαι. ὅτι δὲ θαλλῷ χαίρουσιν αἱ αἶγες, διόπερ οὐδʼ εἰς ἀκρόπολιν ἄνεισι τὸ ζῷον οὐδʼ ὅλως Ἀθηνᾷ θύεται διὰ τοῦτο, ἄλλος ἔσται λόγος. ἀλλʼ γε Σοφοκλῆς ἐν Ποιμέσιν ὅτι θαλλοφαγεῖ τὸ ζῷόν φησιν οὕτως· ἑωθινὸς γάρ, πρίν τινʼ αὐλιτῶν ὁρᾶν, θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν. μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως· Νάννιον δὲ μαίνεται ἐπὶ τῷ Διονύσῳ, κωμῳδῶν αὐτὴν ὡς μέθυσον. Μένανδρος δʼ ἐν Ψευδηρακλεῖ φησιν· οὐκ ἐπείρα Νάννιον; Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Προσκήνιον, φησίν, ἐπεκαλεῖτο Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, ἐκδῦσα δὲ ἦν αἰσχροτάτη. ἦν δὲ Κορώνης τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ἀναφέρουσα ἐκ τριπορνείας ὄνομα. καὶ Νεμεάδος δὲ τῆς αὐλητρίδος Ὑπερείδης μνημονεύει ἐν τῷ κατὰ Πατροκλέους περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον Ἀθηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένην· ἐκεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων ἐν τοῖς περὶ Ἀκροπόλεως

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License