Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
50

ἐπεὶ δὲ καὶ τῶν πολιτικῶν οἶδά τινας μνημονεύοντας αὐτῶν κατηγοροῦντας ἀπολογουμένους, μνησθήσομαι καὶ τούτων. Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ Ἀνδροτίωνος Σινώπης μέμνηται καὶ Φανοστράτης. καὶ περὶ μὲν τῆς Σινώπης Ἡρόδικος Κρατήτειος ἐν ϛʹ Κωμῳδουμένων φησὶν ὅτι Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι. μνημονεύει δʼ αὐτῆς Ἀντιφάνης ἐν Ἀρκάδι καὶ ἐν Κηπουρῷ, ἐν Ἀκεστρίᾳ, ἐν Ἁλιευομένῃ, ἐν Νεοττίδι, καὶ Ἄλεξις ἐν Κλεοβουλίνῃ καὶ Καλλικράτης ἐν Μοσχίωνι περὶ δὲ τῆς Φανοστράτης Ἀπολλόδωρός φησιν ἐν τῷ περὶ τῶν Ἀθήνησιν Ἑταιρίδων ὅτι Φθειροπύλη ἐπεκαλεῖτο, ἐπειδήπερ ἐπὶ τῆς θύρας ἑστῶσα ἐφθειρίζετο. Ὑπερείδης δʼ ἐν τῷ κατὰ Ἀρισταγόρας φησί· καὶ πάλιν τὰς Ἀφύας καλουμένας τὸν αὐτὸν τρόπον ἐκαλέσατε. ἑταιρῶν ἐπωνυμίαι αἱ ἀφύαι, περὶ ὧν προειρημένος Ἀπολλόδωρός φησι· Σταγόνιον καὶ Ἄνθις ἀδελφαί· αὗται Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον. Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν Νικοστρατίδα φησὶν Ἀφύην κληθῆναι διὰ τὴν αὐτὴν αἰτίαν. δʼ αὐτὸς Ὑπερείδης ἐν τῷ κατὰ Μαντιθέου αἰκίας περὶ Γλυκέρας τάδε λέγει· ἄγων Γλυκέραν τε τὴν Θαλασσίδος, ζεῦγος ἔχων. ἄδηλον εἰ αὕτη ἐστὶν Ἁρπάλῳ συνοῦσα· περὶ ἧς φησιν Θεόπομπος ἐν τοῖς περὶ τῆς Χίας Ἐπιστολῆς, ὅτι μετὰ τὸν τῆς Πυθιονίκης θάνατον Ἅρπαλος μετεπέμψατο τὴν Γλυκέραν Ἀθήνηθεν· ἣν καὶ ἐλθοῦσαν οἰκεῖν ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ προσκυνεῖσθαι ὑπὸ τοῦ πλήθους βασίλισσαν προσαγορευομένην· ἀπειρῆσθαί τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ καὶ Γλυκέραν στεφανῶσιν. ἐν Ῥωσσῷ δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς ἱστάναι τολμῆσαι παρὰ τὴν ἑαυτοῦ. τὰ ὅμοια δʼ εἴρηκε καὶ Κλείταρχος ἐν ταῖς περὶ Ἀλέξανδρον Ἱστορίαις δὲ γράψας τὸν Ἀγῆνα τὸ σατυρικὸν δραμάτιον, εἴτε Πύθων ἐστὶν Καταναῖος αὐτὸς βασιλεὺς Ἀλέξανδρος, φησίν· καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι. Β. Γλυκέρας σῖτος οὗτος ἦν· ἔσται δʼ ἴσως αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License