Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
44

καὶ Γναθαινίου δέ γε τῆς θυγατριδῆς αὐτῆς τάδε ἀναγράφει· εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντʼ ὢν ἐτῶν, Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός, τό τʼ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον τῆς νυκτός. Γνάθαινα δʼ εἰς τὴν πορφύραν καὶ τὰ δόρατʼ ἀποβλέψασα δραχμὰς χιλίας ἔταξεν. δʼ ἄφνω καιρίμην πληγεὶς παπαῖ, ζωγρεῖς, γύναι, φήσʼ, ἕνεκα τοῦ στρατιωτικοῦ· μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ καὶ στρῶσον ἡμῖν ἔνδον. δʼ ἐπιδέξιον βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο, εἶπεν δέ· ....δὸς ὅσον ἐπιθυμεῖς, πάτερ· οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθʼ ὅτι εἰς νύκτʼ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν. ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρʼ εὐφυής, καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν οὐκέτι θʼ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν τὸν ὑποκριτήν· τότε δʼ ὄντος ἐν ἀποδημίᾳ, ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον, οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον. ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς ἐν σκυτοτομείῳ μετά τινων καθήμενος κατεσχόλαζε τῆς Γναθαινίου λέγων, ἑτέρῳ τρόπῳ μὲν μὴ συγγεγενῆσθαι μηδενί, ἑξῆς καθιππάσθαι δʼ ὑπʼ αὐτῆς πεντάκις. μετὰ ταῦτʼ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος ...... πικρῶς τε λοιδορούμενος παρὰ τὸν πότον ταῦτʼ ἔλεγε τῇ Γναθαινίῳ, αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι τούτου παρʼ αὐτῆς μηδέποτε τοῦ σχήματος, ἐν τῷδε δʼ ἑτέρους ἐντρυφᾶν μαστιγίας. ἔπειτεν εἰπεῖν φασι τὴν Γναθαίνιον· περιλαμβάνειν γὰρ οὐκ ἐδοκίμαζον, τάλαν, ἄνθρωπον ἄχρι τοῦ στόματος ἠσβολωμένον· διὰ τοῦθʼ ὑπέμεινα πολὺ λαβοῦσα χρυσίον, ἐφιλοσόφησά θʼ, ἵνʼ ἄκρον ὡς μάλιστα καὶ ἐλάχιστον αὐτοῦ περιλάβω τοῦ σώματος. ἔπειτα, φασί, τῆς Γναθαινίου ποτὲ τὸν Ἀνδρόνικον οὐ θελούσης παρὰ πότον φιλεῖν, καθάπερ ταῖς πρότερον ἡμέραις ἀεί, ὀργιζομένης δὲ διὰ τὸ μηδὲν λαμβάνειν, ἔπειθε πῶς οὐχ ὁρᾷς, Γνάθαινʼ, ἔφη, ὑπερηφάνως μοι τὴν θυγατέρα χρωμένην; γραῦς δʼ ἀγανακτήσασα τάλαν, ἔφη, τέκνον· περίλαβε, φησί, καὶ φίλησον, εἰ θέλει. δʼ εἶπε μῆτερ, πῶς, ἔφη, μέλλω φιλεῖν τὸν μηδὲν ὠφέλημα, τὸν ὑπὸ τὰς στέγας τὸ κοῖλον Ἄργος δωρεὰν θέλοντʼ ἔχειν. πανηγύρεως οὔσης ποθʼ Γναθαίνιον εἰς Πειραιᾶ κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν εὐτελῶς ἐπʼ ἀστράβης, τὰ πάντʼ ἔχουσʼ ὀνάρια μεθʼ ἑαυτῆς τρία καὶ τρεῖς θεραπαίνας καὶ νέαν τιτθὴν μίαν. ἔπειτεν αὐταῖς ἐπί τινος στενῆς ὁδοῦ κακὸς παλαιστὴς ἐνέτυχέν τις τῶν ἀεὶ ἐν τοῖς ἀγῶσιν ἐπιμελῶς ἡττωμένων· ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως, ἀλλὰ στενοχωρῶν εἶπεν τρισάθλιε ὀνηλάτʼ, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις. Γναθαίνιον δʼ εἶπʼ τάλαν, μὴ δῆτʼ, ἄνερ· οὐδέποτε γὰρ τοῦτʼ ἐστί σοι πεπραγμένον.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License