Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
15

τούτων τῶν Ἀλέξιδος ἀπομνημονεύσας Μυρτίλος κᾆτα ἀποβλέψας εἰς τοὺς τὰ τῆς στοᾶς αἱρουμένους τὰ Ἑρμείου τοῦ Κουριέως ἐκ τῶν Ἰάμβων προειπών· ἀκούσατʼ, στοίακες, ἔμποροι λήρου, λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα τἀν τοῖς πίναξι, πρίν τι τῷ σοφῷ δοῦναι, αὐτοὶ καταρροφεῖτε κᾆθʼ ἁλίσκεσθε ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε, παιδοπῖπαι ὄντες καὶ τοῦτο μόνον ἐζηλωκότες τὸν ἀρχηγὸν ὑμῶν τῆς σοφίας Ζήνωνα τὸν Φοίνικα, ὃς οὐδέποτε γυναικὶ ἐχρήσατο, παιδικοῖς δʼ αἰεί, ὡς Ἀντίγονος Καρύστιος ἱστορεῖ ἐν τῷ περὶ τοῦ Βίου αὐτοῦ θρυλεῖτε γὰρ ὅτι δεῖ μὴ τῶν σωμάτων ἀλλὰ τῆς ψυχῆς ἐρᾶν· οἵτινες μέχρι ὀκτὼ καὶ εἴκοσι ἐτῶν δεῖν λέγοντες συνέχειν τοὺς ἐρωμένους. καί μοι δοκεῖ Ἀρίστων Κεῖος περιπατητικὸς οὐ κακῶς εἰρηκέναι ἐν τῷ δευτέρῳ περὶ τῶν Ἐρωτικῶν Ὁμοίων πρός τινα Ἀττικόν, μέγαν τινὰ κατὰ τὴν ἡλικίαν ἐπιδεικνύντα ὡς καλόν, Δῶρος ἦν ὄνομα· τὴν πρὸς Δόλωνά μοι, φησί, δοκῶ παρʼ Ὀδυσσέως ἀπάντησιν ἐπὶ σὲ μεταφέρειν· ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License