Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
10

οὐδένα δὲ ὑμῶν ἀγνοεῖν οἴομαι, ἄνδρες φίλοι, ὅτι καὶ οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο. Ἰλιακὸς διʼ Ἑλένην, λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα, καὶ ἱερὸς δὲ καλούμενος πόλεμος διʼ ἑτέραν γαμετήν, φησὶν Δοῦρις ἐν δευτέρᾳ Ἱστοριῶν, Θηβαίαν γένος, ὄνομα Θεανώ, ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός. δεκαετὴς δὲ καὶ οὗτος γενόμενος τῷ δεκάτῳ ἔτι Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν· τότε γὰρ εἷλον οἱ Θηβαῖοι τὴν Φωκίδα. καὶ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῷ περὶ τοῦ Ἱεροῦ Πολέμου, ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ. δεκάτῳ δὲ ἔτει ἑάλω καὶ Κίρρα. ἀνετράπησαν δὲ καὶ ὅλοι οἶκοι διὰ γυναῖκας· Φιλίππου τοῦ Ἀλεξάνδρου πατρὸς διὰ τὸν Κλεοπάτρας γάμον, Ἡρακλέους διὰ τὴν Ἰόλης ἐπιγαμίαν τῆς Εὐρύτου θυγατρός, Θησέως διὰ τὴν Φαίδρας τῆς Μίνωος, Ἀθάμαντος διὰ τὸν Θεμιστοῦς τῆς Ὑψέως, Ἰάσονος διὰ τὸν Γλαύκης τῆς Κρέοντος, Ἀγαμέμνονος διὰ Κασσάνδραν. καὶ ἐπʼ Αἴγυπτον δὲ Καμβύσου στρατεία, ὥς φησι Κτησίας, διὰ γυναῖκα ἐγένετο. γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψεν πρὸς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα, μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων. δὲ τῶν μὲν ἑαυτοῦ οὐκ ἔδωκεν, ὑπονοήσας μὴ γυναικὸς ἕξειν αὐτὴν τιμὴν ἀλλὰ παλλακίδος· ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα Νειτῆτιν. δὲ Ἀπρίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασιλείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους καὶ ἀνῄρητο ὑπὸ Ἀμάσιδος. ἡσθεὶς οὖν Καμβύσης τῇ Νειτήτιδι καὶ σφόδρα ἐρεθισθεὶς ἐκμανθάνει παρʼ αὐτῆς τὰ πάντα καὶ δεηθείσης ἐκδικῆσαι τοῦ Ἀπρίου τὸν φόνον πείθει πολεμῆσαι Αἰγυπτίοις. Δίνων δʼ ἐν τοῖς Περσικοῖς καὶ Λυκέας Ναυκρατίτης ἐν τρίτῃ Αἰγυπτιακῶν τὴν Νειτῆτιν Κύρῳ πεμφθῆναί φασιν ὑπὸ Ἀμάσιδος· ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπʼ Αἴγυπτον ποιήσασθαι στρατείαν. Δοῦρις δʼ Σάμιος καὶ πρῶτον γενέσθαι πόλεμόν φησι δύο γυναικῶν τὸν Ὀλυμπιάδος καὶ Εὐρυδίκης· ἐν τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δʼ Εὐρυδίκην Μακεδονικῶς καθωπλισμένην, ἀσκηθεῖσαν τὰ πολεμικὰ παρὰ Κύννῃ τῇ Ἰλλυρίδι.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License