Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
76

ἦν δʼ ὄντως λεπτότατος καὶ μακρότατος ΚΙΝΗΣΙΑΣ, εἰς ὃν καὶ ὅλον δρᾶμα γέγραφεν Στράττις, Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὑτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν· παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη Φθιῶτʼ Ἀχιλλεῦ .... ἄλλοι δʼ αὐτόν, ὡς καὶ Ἀριστοφάνης, πολλάκις εἰρήκασι φιλύρινον Κινησίαν διὰ τὸ φιλύρας τοῦ ξύλου λαμβάνοντα σανίδα συμπεριζώννυσθαι, ἵνα μὴ κάμπτηται διά τε τὸ μῆκος καὶ τὴν ἰσχνότητα. ὅτι δὲ ἦν Κινησίας νοσώδης καὶ δεινὸς τἄλλα Λυσίας ῥήτωρ ἐν τῷ ὑπὲρ Φανίου παρανόμων ἐπιγραφομένῳ λόγῳ εἴρηκεν, φάσκων αὐτὸν ἀφέμενον τῆς τέχνης συκοφαντεῖν καὶ ἀπὸ τούτου πλουτεῖν. ὅτι δὲ ποιητής ἐστι καὶ οὐχ ἕτερος, σαφῶς αὑτὸς ὢν σημαίνεται ἐκ τοῦ καὶ ἐπὶ ἀθεότητι κωμῳδούμενον ἐμφανίζεσθαι καὶ διὰ τοῦ λόγου τοιοῦτον δείκνυσθαι. λέγει δʼ οὕτως ῥήτωρ· θαυμάζω δὲ εἰ μὴ βαρέως φέρετε ὅτι Κινησίας ἐστὶν τοῖς νόμοις βοηθός, ὃν ὑμεῖς πάντες ἐπίστασθε ἀσεβέστατον ἁπάντων καὶ παρανομώτατον ἀνθρώπων γεγονέναι. οὐχ οὗτός ἐστιν τοιαῦτα περὶ θεοὺς ἐξαμαρτάνων, τοῖς μὲν ἄλλοις αἰσχρόν ἐστι καὶ λέγειν, τῶν κωμῳδοδιδασκάλων δʼ ἀκούετε καθʼ ἕκαστον ἐνιαυτόν; οὐ μετὰ τούτου ποτὲ Ἀπολλοφάνης καὶ Μυσταλίδης καὶ Λυσίθεος συνειστιῶντο, μίαν ἡμέραν ταξάμενοι τῶν ἀποφράδων, ἀντὶ δὲ νουμηνιαστῶν κακοδαιμονιστὰς σφίσιν αὐτοῖς τοὔνομα θέμενοι, πρέπον μὲν ταῖς αὑτῶν τύχαις· οὐ μὴν ὡς τοῦτο διαπραξόμενοι τὴν διάνοιαν ἔσχον, ἀλλʼ ὡς καταγελῶντες τῶν θεῶν καὶ τῶν νόμων τῶν ὑμετέρων. ἐκείνων μὲν οὖν ἕκαστος ἀπώλετο ὥσπερ εἰκὸς τοὺς τοιούτους. τοῦτον δὲ τὸν ὑπὸ πλείστων γιγνωσκόμενον οἱ θεοὶ οὕτως διέθεσαν ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον τεθνάναι παράδειγμα τοῖς ἄλλοις, ἵνʼ εἰδῶσιν ὅτι τοῖς λίαν ὑβριστικῶς πρὸς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλʼ αὐτοὺς κακῶς ἀπολλύουσι, μείζους καὶ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους αὐτοῖς τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες. τὸ μὲν γὰρ ἀποθανεῖν καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασίν ἐστι, τὸ δʼ οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθʼ ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν. περὶ μὲν οὖν Κινησίου ταῦτα ῥήτωρ εἴρηκεν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License