Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
72

ΤΙΘΩΝΟΝ δʼ ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενον μόλις αἱ ἐπιθυμίαι πρὸς ἑσπέραν ἐπήγειρον· ὅθεν Ἠοῖ συγκοιμᾶσθαι λεχθεὶς διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ..... ἐπὶ τῷ γήρᾳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων. καὶ ΜΕΛΑΝΘΙΟΣ δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. πολλοὶ δὲ καὶ ἄλλοι πᾶν τὸ σῶμα διεστράφησαν διὰ τὰς ἀκαίρους ἡδονάς, οἳ δὲ καὶ εἰς πάχος σώματος ἐπέδωκαν, ἄλλοι δὲ καὶ εἰς ἀναισθησίαν διὰ πολλὴν τρυφήν. Νύμφις γοῦν Ἡρακλεώτης ἐν τῷ ιβʹ περὶ Ἡρακλείας ΔΙΟΝΥΣΙΟΣ, φησίν, Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθʼ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς τῷ μήκει διαφερούσας, ἃς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν· εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο. τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος, ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτοι, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν. μνημονεύει δʼ αὐτοῦ Μένανδρος ἥκιστά γʼ ὢν λοίδορος ἐν τοῖς Ἁλιεῦσιν, τὸν μῦθον ὑποστησάμενος ὑπέρ τινων φυγάδων ἐξ Ἡρακλείας· παχὺς γὰρ ὗς ἔκειτʼ ἐπὶ στόμα. καὶ πάλιν· ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. καὶ ἔτι· ἴδιον ἐπιθυμῶν, μόνος μοι θάνατος οὗτος φαίνεται εὐθάνατος, ἔχοντα πολλὰς χολλάδας κεῖσθαι παχὺν ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμʼ ἔχοντʼ ἄνω, ἐσθίοντα καὶ λέγοντα σήπομʼ ὑπὸ τῆς ἡδονῆς. ἀπέθανεν δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησεν τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License