Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
53

περὶ δὲ τῆς ΑΛΕΞΑΝΔΡΟΥ τοῦ πάνυ τρυφῆς Ἔφιππος μὲν Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἡφαιστίωνος καὶ Ἀλεξάνδρου Τελευτῆς φησιν ὅτι ἐν τῷ παραδείσῳ ἔκειτο αὐτῷ χρυσοῦς θρόνος καὶ κλῖναι ἀργυρόποδες, ἐφʼ ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων. Νικοβούλη δέ φησιν ὅτι παρὰ τὸ δεῖπνον πάντες οἱ ἀγωνισταὶ ἐσπούδαζον τέρπειν τὸν βασιλέα καὶ ὅτι ἐν τῷ τελευταίῳ δείπνῳ αὐτὸς Ἀλέξανδρος ἐπεισόδιόν τι ἀπομνημονεύσας ἐκ τῆς Εὐριπίδου Ἀνδρομέδας ἠγωνίσατο καὶ τὸν ἄκρατον προθύμως προπίνων καὶ τοὺς ἄλλους ἠνάγκαζεν. Ἔφιππος δέ φησιν ὡς Ἀλέξανδρος καὶ τὰς ἱερὰς ἐσθῆτας ἐφόρει ἐν τοῖς δείπνοις, ὁτὲ μὲν τὴν τοῦ Ἄμμωνος πορφυρίδα καὶ περισχιδεῖς καὶ κέρατα καθάπερ θεός, ὁτὲ δὲ τὴν τῆς Ἀρτέμιδος, ἣν καὶ ἐπὶ τοῦ ἅρματος ἐφόρει πολλάκις, ἔχων τὴν Περσικὴν στολήν, ὑποφαίνων ἄνωθεν τῶν ὤμων τό τε τόξον καὶ τὴν σιβύνην, ἐνίοτε δὲ καὶ τὴν τοῦ Ἑρμοῦ· τὰ μὲν ἄλλα σχεδὸν καὶ καθʼ ἑκάστην ἡμέραν χλαμύδα τε πορφυρᾶν καὶ χιτῶνα μεσόλευκον καὶ τὴν καυσίαν ἔχουσαν τὸ διάδημα τὸ βασιλικόν, ἐν δὲ τῇ συνουσίᾳ τά τε πέδιλα καὶ τὸν πέτασον ἐπὶ τῇ κεφαλῇ καὶ τὸ κηρύκειον ἐν τῇ χειρί, πολλάκις δὲ καὶ λεοντῆν καὶ ῥόπαλον ὥσπερ Ἡρακλῆς. τί οὖν θαυμαστὸν εἰ καὶ καθʼ ἡμᾶς Κόμμοδος αὐτοκράτωρ ἐπὶ τῶν ὀχημάτων παρακείμενον εἶχεν τὸ Ἡράκλειον ῥόπαλον ὑπεστρωμένης αὐτῷ λεοντῆς καὶ Ἡρακλῆς καλεῖσθαι ἤθελεν, Ἀλεξάνδρου τοῦ Ἀριστοτελικοῦ τοσούτοις αὑτὸν ἀφομοιοῦντος θεοῖς, ἀτὰρ καὶ τῇ Ἀρτέμιδι; ἔρρανε δὲ Ἀλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ οἴνῳ εὐώδει τὸ δάπεδον. ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τὰ ἄλλα θυμιάματα· εὐφημία τε καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας. ἀφόρητος γὰρ ἦν καὶ φονικός. ἐδόκει γὰρ εἶναι μελαγχολικός. ἐν Ἐκβατάνοις δὲ ποιήσας τῷ Διονύσῳ θυσίαν καὶ πάντων δαψιλῶς ἐν τῇ θοίνῃ παρασκευασθέντων, καὶ Σατραβάτης σατράπης τοὺς στρατιώτας εἱστίασε πάντας. ἀθροισθέντων δὲ πολλῶν ἐπὶ τὴν θέαν, φησὶν Ἔφιππος, κηρύγματα ἐγίνετο ὑπερήφανα καὶ τῆς Περσικῆς ὑπεροψίας αὐθαδέστερα. ἄλλων γὰρ ἄλλο τι ἀνακηρυττόντων καὶ στεφανούντων τὸν Ἀλέξανδρον, εἷς τις τῶν ὁπλοφυλάκων ὑπερπεπαικὼς πᾶσαν κολακείαν κοινωσάμενος τῷ Ἀλεξάνδρῳ ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν ὅτι Γόργος ὁπλοφύλαξ Ἀλέξανδρον Ἄμμωνος υἱὸν στεφανοῖ χρυσοῖς τρισχιλίοις, καὶ ὅταν Ἀθήνας πολιορκῇ, μυρίαις πανοπλίαις καὶ τοῖς ἴσοις καταπέλταις καὶ πᾶσι τοῖς ἄλλοις βέλεσιν εἰς τὸν πόλεμον ἱκανοῖς.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License