Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 12

Paragraph
25

ΙΒΗΡΕΣ δὲ καίτοι ἐν τραγικαῖς στολαῖς καὶ ποικίλαις προιόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. ΜΑΣΣΑΛΙΩΤΑΙ δʼ ἐθηλύνθησαν οἱ τὸν αὐτὸν Ἴβηρσι τῆς ἐσθῆτος φοροῦντες κόσμον. ἀσχημονοῦσι γοῦν διὰ τὴν ἐν ταῖς ψυχαῖς μαλακίαν καὶ τρυφὴν γυναικοπαθοῦντες· ὅθεν καὶ παροιμία παρῆλθε πλεύσειας εἰς Μασσαλίαν. καὶ οἱ τὴν ΣΙΡΙΝ δὲ κατοικοῦντες, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δʼ ὑπὸ Κολοφωνίων ..., ὥς φησι Τίμαιος καὶ Ἀριστοτέλης, εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως παρʼ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. καὶ Ἀρχίλοχος δʼ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν. περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν· οὐ γάρ τι καλὸς χῶρος οὐδʼ ἐφίμερος οὐδʼ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς. ὠνομάσθη δʼ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ Εὐριπίδης ἐν Δεσμώτιδι Μελανίππῃ, ἀπὸ γυναικός τινος Σίριδος· ὡς δʼ Ἀρχίλοχος, ἀπὸ ποταμοῦ. οὐκ ὀλίγον δὲ πρὸς τὴν τρυφὴν καὶ τὴν εὐδαιμονίαν τοῦ σύμπαντος τούτου κλίματος καὶ τὸ πλῆθος ἐγένετο τῶν ἀνθρώπων. διὸ καὶ Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν κατὰ τὴν Ἰταλίαν κατοίκησις.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License