Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
80

δὲ τοῦ ὀνόματος ἐκτροπή, καθʼ ἣν αἱ Πλειάδες λέγονται Πέλειαι καὶ Πελειάδες, παρὰ πολλοῖς ἐστι τῶν ποιητῶν. πρώτη δὲ Μοιρὼ Βυζαντία καλῶς ἐδέξατο τὸν νοῦν τῶν Ὁμήρου ποιημάτων ἐν τῇ Μνημοσύνῃ ἐπιγραφομένῃ φάσκουσα τὴν ἀμβροσίαν τῷ Διὶ τὰς Πλειάδας κομίζειν. Κράτης δʼ κριτικὸς σφετερισάμενος αὐτῆς τὴν δόξαν ὡς ἴδιον ἐκφέρει τὸν λόγον. καὶ Σιμωνίδης δὲ τὰς Πλειάδας Πελειάδας εἴρηκεν ἐν τούτοις· δίδωτι δʼ εὖχος Ἑρμᾶς ἐναγώνιος, Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δʼ Ἄτλας ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τάν γʼ ἔξοχον εἶδος, ταὶ καλέονται Πελειάδες οὐράνιαι. σαφῶς γὰρ τὰς Πλειάδας οὔσας Ἄτλαντος θυγατέρας Πελειάδας καλεῖ, καθάπερ καὶ Πίνδαρος ἐστὶ δʼ ἐοικὸς ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνʼ ἀνεῖσθαι. σύνεγγυς γάρ ἐστιν Ὠρίων τῇ ἀστροθεσίᾳ τῶν Πλειάδων· διὸ καὶ περὶ ταύτας μῦθος, ὅτι φεύγουσι μετὰ τῆς μητρὸς τῆς Πληιόνης τὸν Ὠρίωνα. ὀρείας δὲ λέγει τὰς Πλειάδας ἐν ἴσῳ τῷ οὐρείας κατὰ παράλειψιν τοῦ υ, ἐπειδὴ κεῖνται ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου. καὶ Αἰσχύλος δʼ ἐκφανέστερον προσπαίζων τῷ ὀνόματι κατὰ τὴν ὁμοφωνίαν· αἱ δʼ ἕπτʼ Ἄτλαντος παῖδες ὠνομασμέναι πατρὸς μέγιστον ἆθλον οὐρανοῦ στέγῃ κλαίεσκον, ἔνθα νυκτέρων φαντασμάτων ἔχουσι μορφὰς ἄπτεροι Πελειάδες. ἀπτέρους γὰρ αὐτὰς εἴρηκε διὰ τὴν πρὸς τὰς ὄρνεις ὁμωνυμίαν. δὲ Μοιρὼ καὶ αὐτὴ τὸν τρόπον τοῦτόν φησι· Ζεὺς δʼ ἄρʼ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδʼ ἄρα τίς νιν ἠείδει μακάρων· δʼ ἀέξετο πᾶσι μέλεσσι. τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ ἀμβροσίην φορέουσαι ἀπʼ Ὠκεανοῖο ῥοάων· νέκταρ δʼ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇ φορέεσκε ποτὸν Διὶ μητιόεντι. τὸν καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν. ὣς δʼ αὕτως τρήρωσι πελειάσιν ὤπασε τιμήν, αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι. καὶ Σιμμίας δʼ ἐν τῇ Γοργοῖ φησιν· αἳ θέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι. Ποσείδιππός τʼ ἐν τῇ Ἀσωπίᾳ· οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι. Λαμπροκλῆς δʼ διθυραμβοποιὸς καὶ ῥητῶς αὐτὰς εἶπεν ὁμωνυμεῖν ταῖς περιστεραῖς ἐν τούτοις· αἵ τε ποταναῖς ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖσθε. καὶ τὴν εἰς Ἡσίοδον δὲ ἀναφερομένην ποιήσας Ἀστρονομίαν αἰεὶ Πελειάδας αὐτὰς λέγει· τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας. καὶ πάλιν· χειμέριαι δύνουσι Πελειάδες. καὶ πάλιν· τῆμος ἀποκρύπτουσι Πελειάδες. οὐδὲν οὖν ἄπιστον καὶ Ὅμηρον τὰς Πλειάδας κατὰ ποιητικὸν νόμον Πελειάδας ὠνομακέναι.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License