Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
65

ΚΥΠΕΛΛΟΝ. τοῦτο πότερόν ἐστιν ταὐτὸν τῷ ἀλείσῳ καὶ τῷ δέπαι καὶ μόνον ὀνόματι διαλλάσσει τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν διάφορος ἦν τύπος καὶ οὐχ ὥσπερ τὸ δέπας καὶ τὸ ἄλεισον ἀμφικύπελλον, οὕτω δὲ καὶ τοῦτο, κυφὸν δὲ μόνον; ἀπὸ γὰρ τῆς κυφότητος τὸ κύπελλον, ὥσπερ καὶ τὸ ἀμφικύπελλον, ὅτι παραπλήσιον ἦν ταῖς πέλλαις, συνηγμένον μᾶλλον εἰς τὴν κυφότητα· ἀμφικύπελλα οἷον ἀμφίκυρτα ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ. φησὶ γὰρ καὶ ποιητής· ἦτοι καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν χρύσεον ἄμφωτον. Ἀντίμαχος δʼ ἐν εʹ Θηβαίδος· πᾶσιν δʼ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο. Σιληνὸς δέ φησι· κύπελλα ἐκπώματα σκύφοις ὅμοια, ὡς καὶ Νίκανδρος Κολοφώνιος, ... κύπελλα δʼ ἔνειμε συβώτης Εὔμολπος δὲ ποτηρίου γένος, ἀπὸ τοῦ κυφὸν εἶναι. Σιμάριστος δὲ τὸ δίωτον ποτήριον Κυπρίους, τὸ δὲ δίωτον καὶ τετράωτον Κρῆτας. Φιλητᾶς δὲ Συρακοσίους κύπελλα καλεῖν τὰ τῆς μάζης καὶ τῶν ἄρτων ἐπὶ τῆς τραπέζης καταλείμματα. ΚΥΜΒΗ. Φιλήμων ἐν ταῖς Ἀττικαῖς Φωναῖς κύλικος εἶδος. Ἀπολλόδωρος δʼ ἐν τῷ περὶ Ἐτυμολογιῶν Παφίους τὸ ποτήριον καλεῖν κύββα.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License