Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
63

ΚΥΜΒΙΑ τὰ κοῖλα ποτήρια καὶ μικρὰ Σιμάριστος. Δωρόθεος δέ· γένος ποτηρίων βαθέων τὰ κυμβία καὶ ὀρθῶν, πυθμένα μὴ ἐχόντων μηδὲ ὦτα. Πτολεμαῖος δὲ τοῦ Ἀριστονίκου τὰ κυφά. Νίκανδρος δʼ Θυατειρηνὸς τὸ χωρὶς ὠτίων ποτήριον ὠνομακέναι Θεόπομπον ἐν Μήδῳ. Φιλήμων Φάσματι· ἐπεὶ δʼ Ῥόδη κυμβίον ἀκράτου κατασέσειχʼ ὑμᾶς ἄνω. Διονύσιος δʼ Σάμιος ἐν ἕκτῳ περὶ τοῦ Κύκλου τὸ αὐτὸ οἴεται εἶναι κισσύβιον καὶ κυμβίον. φησὶ γὰρ ὡς Ὀδυσσεὺς πληρώσας κυμβίον ἀκράτου ὤρεξε τῷ Κύκλωπι. οὐκ ἔστι δὲ μικρὸν τὸ διδόμενον αὐτῷ κισσύβιον παρʼ Ὁμήρῳ· οὐ γὰρ ἂν τρὶς πιὼν μέγιστος ὢν τὸ σῶμα ταχέως ἂν ὑπὸ τῆς μέθης κατηνέχθη. τοῦ κυμβίου μνημονεύει καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ἀκολουθεῖν αὐτῷ φάσκων ῥυτὰ καὶ κυμβία. καὶ πάλιν ἐν τῷ αὐτῷ· ἐπʼ ἀστράβης δὲ ὀχούμενος ἐξ Ἀργούρας τῆς Εὐβοίας, χλανίδας δʼ ἐπʼ ὄχου καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνοντο οἱ πεντηκοστολόγοι. καὶ ἐν τῷ κατὰ Εὐέργου καὶ Μνησιβούλου. φησὶ δὲ Δίδυμος γραμματικὸς ἐπίμηκες εἶναι τὸ ποτήριον καὶ στενὸν τῷ σχήματι, παρόμοιον πλοίῳ καλεῖται κύμβη. καὶ Ἀναξανδρίδης ἐν Ἀγροίκοις· μεγάλʼ ἴσως ποτήρια προπινόμενα καὶ μέστʼ ἀκράτου κυμβία ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν. Ἄλεξις Ἱππεῖ· τά τε κυμβία ἆρʼ ἦν πρόσωπʼ ἔχοντα χρυσᾶ παρθένων; Β. νὴ τὸν Δίʼ, ἦν γάρ. Α. τάλαινʼ ἐγὼ κακῶν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License