Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
51

ΚΕΡΑΣ. τοὺς πρώτους λέγεται τοῖς κέρασι τῶν βοῶν πίνειν· ἀφʼ οὗ τὸν Διόνυσον κερατοφυῆ πλάττεσθαι ἔτι τε ταῦρον καλεῖσθαι ὑπὸ πολλῶν ποιητῶν. ἐν δὲ Κυζίκῳ καὶ ταυρόμορφος ἵδρυται. ὅτι δὲ τοῖς κέρασιν ἔπινον δῆλον ἐκ τοῦ καὶ μέχρι νῦν λέγεσθαι, ὅταν συμμίσγωσι τῷ οἴνῳ τὸ ὕδωρ, κεράσαι φάσκοντες. καὶ τὸ ἀγγεῖον δʼ ἐν κιρνᾶται οἶνος κρατὴρ ἀπὸ τοῦ συγκιρνᾶσθαι ἐν αὐτῷ τὸ ὕδωρ, ἀπὸ τοῦ κέρατος; οἷον κερατήρ, ἀπὸ τοῦ εἰς τὸ κέρας ἐγχεῖσθαι τὸ πόμα. διαμένει δὲ ἔτι καὶ νῦν τῶν κεράτων κατασκευή. καλοῦσι γοῦν ἔνιοι ταῦτα ῥυτά. καὶ τῶν ποιητῶν δὲ πολλοὶ παράγουσι πίνοντας τοὺς ἀρχαίους κέρασι. Πίνδαρος μὲν ἐπὶ τῶν Κενταύρων λέγων· ἀνδροδάμαντα δʼ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιηδέος οἴνου, ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον, αὐτόματοι δʼ ἐξ ἀργυρέων κεράτων πίνοντες ἐπλάζοντο. καὶ Ξενοφῶν δʼ ἐν τῇ ζʹ τῆς Ἀναβάσεως διηγούμενος τὸ παρὰ τῷ Θρᾳκὶ Σεύθῃ συμπόσιον γράφει οὕτως· ἐπεὶ δὲ Ξενοφῶν σὺν τοῖς μετʼ αὐτοῦ εἰσῆλθε πρὸς τὸν Σεύθην, ἠσπάζοντο μὲν πρῶτον ἀλλήλους καὶ κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον. ἐν δὲ τῇ ἕκτῃ περὶ Παφλαγόνων διηγούμενός φησι· κατακείμενοι δʼ ἐν στιβάσιν ἐδείπνουν καὶ ἔπινον κερατίνοις ποτηρίοις. Αἰσχύλος δʼ ἐν Περραιβίσι τοὺς Περραιβοὺς παρίστησιν ἀντὶ ποτηρίων τοῖς κέρασι χρωμένους διὰ τούτων· ἀργυρηλάτοις κέρασι χρυσᾶ στόμια προσβεβλημένοις. καὶ Σοφοκλῆς Πανδώρᾳ· καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας τρίψει γέμοντα μαλθακῆς ὑπʼ ὠλένης. Ἕρμιππος Μοίραις· οἶσθά νυν μοι ποίησον; τήνδε νῦν μή μοι δίδου, ἐκ δὲ τοῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον. Λυκοῦργος δʼ ῥήτωρ ἐν τῷ κατὰ Δημάδου Φίλιππόν φησι τὸν βασιλέα προπίνειν κέρατι τούτοις οἷς ἐφιλοφρονεῖτο. τοὺς δὲ Παιόνων βασιλεῖς φησι Θεόπομπος ἐν δευτέρᾳ Φιλιππικῶν, τῶν βοῶν τῶν παρʼ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέτταρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντας καὶ χρυσοῦντας· καὶ Φιλόξενος δʼ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ φησίν πίνετο νεκτάρεον πῶμʼ ἐν χρυσέαις προτομαῖς ταύρων κεραστῶν, ἔβρεχον δὲ κατὰ μικρόν. Ἀθηναῖοι δὲ καὶ ἀργυρᾶ ποιοῦντες κέρατα ἔπινον ἐξ αὐτῶν. ἔστι γοῦν τοῦτο εὑρεῖν ἐν τοῖς Δημιοπράτοις ἀναγεγραμμένον οὕτως .. ἐκ στήλης ἀνακειμένης ἐν ἀκροπόλει τὰ ἀναθήματα περιέχει· κέρας ἔκπωμα ἀργυροῦν, καὶ περισκελὶς πρόσεσται ἀργυρᾶ.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License