Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
39

Μίμνερμος δὲ Ναννοῖ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν Ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου. λέγει δʼ οὕτως· Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα, οὐδέ ποτʼ ἄμπαυσις γίνεται οὐδεμία ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς ὠκεανὸν προλιποῦσʼ οὐρανὸν εἰσαναβῇ· τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή, ποικίλη Ἡφαίστου χερσὶν ἐληλαμένη χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφʼ ὕδωρ εὕδονθʼ ἁρπαλέως χώρου ἀφʼ Ἑσπερίδων γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι ἑστᾶσʼ, ὄφρʼ Ἠὼς ἠριγένεια μόλῃ. ἔνθʼ ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός. Θεόλυτος δʼ ἐν δευτέρῳ Ὥρων ἐπὶ λέβητός φησιν αὐτὸν διαπλεῦσαι, τοῦτο πρώτου εἰπόντος τοῦ τὴν Τιτανομαχίαν ποιήσαντος. Φερεκύδης δʼ ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν προειπὼν περὶ τοῦ Ὠκεανοῦ ἐπιφέρει· δʼ Ἡρακλῆς ἕλκεται ἐπʼ αὐτὸν τὸ τόξον ὡς βαλῶν, καὶ Ἥλιος παύσασθαι κελεύει, δὲ δείσας παύεται. Ἥλιος δὲ ἀντὶ τούτου δίδωσιν αὐτῷ τὸ δέπας τὸ χρύσεον, αὐτὸν ἐφόρει σὺν ταῖς ἵπποις, ἐπὴν δύνῃ, διὰ τοῦ Ὠκεανοῦ τὴν νύκτα πρὸς ἑῴην, ἵνʼ ἀνίσχει ἥλιος. ἔπειτα πορεύεται Ἡρακλῆς ἐν τῷ δέπαι τούτῳ ἐς τὴν Ἐρύθειαν. καὶ ὅτε δὲ ἦν ἐν τῷ πελάγει, Ὠκεανὸς πειρώμενος αὐτοῦ κυμαίνει τὸ δέπας φανταζόμενος. δὲ τοξεύειν αὐτὸν μέλλει, καὶ αὐτὸν δείσας Ὠκεανὸς παύσασθαι κελεύει.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License