Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
2

ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σιμωνίδην ἐν Ἰάμβοις οὕτως· ἀπὸ τράπεζαν εἷλέ νιν ποτήρια. καὶ τὴν Ἀλκμαιωνίδα δὲ ποιήσας φησίν· νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας εὐρείης στιβάδος παρέθηκʼ αὐτοῖσι θάλειαν δαῖτα ποτήριά τε, στεφάνους δʼ ἐπὶ κρασὶν ἔθηκεν. ἅπερ ὠνομάσθη ἀπὸ τῆς πόσεως, ὡς τὸ ἔκπωμα οἱ Ἀττικοί, ἐπεὶ ὑδροποτεῖν καὶ οἰνοποτεῖν λέγουσιν. Ἀριστοφάνης ἐν Ἱππεῦσιν· γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην. κἀν τῷ αὐτῷ δὲ ἔφη· πολλῷ γʼ Βάκις διεχρῆτο τῷ ποτηρίῳ. καὶ Φερεκράτης ἐν Τυραννίδι· δὲ κρείττων μίʼ ἐστὶ χιλίων ποτηρίων. δὲ Ἀνακρέων ἔφη· οἰνοπότης δὲ πεποίημαι. ἔστι δὲ τὸ ῥῆμα καὶ παρὰ τῷ ποιητῇ· οἰνοποτάζων γὰρ εἴρηκε καὶ Σαπφὼ δʼ ἐν τῷ βʹ ἔφη· πολλὰ δʼ ἀνάριθμα ποτήρια καλαιφις. καὶ Ἀλκαῖος· ἐκ δὲ ποτήριον πώνης Διννομένῃ παρίσδων. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δημήτηρ ποτηριοφόρος κατὰ τὴν Ἀνθέων χῶραν, ὡς Αὐτοκράτης ἱστορεῖ ἐν βʹ Ἀχαικῶν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License