Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
114

ὅτι δὲ καὶ δυσμενὴς ἦν πρὸς ἅπαντας, δῆλον καὶ ἐκ τῶν ἐν τῷ Ἴωνι ἐπιγραφομένῳ, ἐν πρῶτον μὲν κακολογεῖ πάντας τοὺς ποιητάς, ἔπειτα καὶ τοὺς ὑπὸ τοῦ δήμου προαγομένους, Φανοσθένη τὸν Ἄνδριον κἀπολλόδωρον τὸν Κυζικηνόν, ἔτι δὲ τὸν Κλαζομένιον Ἡρακλείδην. ἐν δὲ τῷ Μένωνι καὶ τοὺς μεγίστους παρʼ Ἀθηναίοις γενομένους Ἀριστείδην καὶ Θεμιστοκλέα, Μένωνα δὲ ἐπαινεῖ τὸν τοὺς Ἕλληνας προδόντα. ἐν δὲ τῷ Εὐθυδήμῳ Εὐθύδημον καὶ τὸν ἀδελφὸν αὐτοῦ Διονυσόδωρον προπηλακίζων καὶ καλῶν ὀψιμαθεῖς ἔτι τε ἐριστὰς ὀνομάζων ὀνειδίζει αὐτοῖς καὶ τὴν ἐκ Χίου τῆς πατρίδος φυγήν, ἀφʼ ἧς ἐν Θουρίοις κατῳκίσθησαν. ἐν δὲ τῷ περὶ Ἀνδρείας Μελησίαν τὸν Θουκυδίδου τοῦ ἀντιπολιτευσαμένου Περικλεῖ καὶ Λυσίμαχον τὸν Ἀριστείδου τοῦ δικαίου, τῆς τῶν πατέρων ἀρετῆς ἀναξίους εἶναι φάσκων. δὲ περὶ Ἀλκιβιάδου εἴρηκεν ἐν τῷ Συμποσίῳ οὐδʼ εἰς φῶς λέγεσθαί ἐστιν ἄξιον, ἔν τε τῷ προτέρῳ τῶν εἰς αὐτὸν διαλόγων· γὰρ δεύτερος ὑπό τινων Ξενοφῶντος εἶναι λέγεται, ὡς καὶ Ἀλκυὼν Λέοντος τοῦ Ἀκαδημαικοῦ, ὥς φησι Νικίας Νικαεύς. τὰ μὲν οὖν κατὰ Ἀλκιβιάδου λεχθέντα σιωπῶ· ὅτι δὲ τὸν Ἀθηναίων δῆμον εἰκαῖον εἴρηκε κριτὴν ἔτι τε πρόκωπον, Λακεδαιμονίους δὲ ἐπαινῶν ἐπαινεῖ καὶ τοὺς πάντων Ἑλλήνων ἐχθροὺς Πέρσας καὶ τὸν ἀδελφὸν δὲ τοῦ Ἀλκιβιάδου Κλεινίαν μαινόμενόν τε ἀποφαίνει καὶ τοὺς υἱοὺς αὐτοῦ ἠλιθίους Μειδίαν τε ὀρτυγοκόπον, καὶ τὸν τῶν Ἀθηναίων δῆμον εὐπρόσωπον μὲν εἶναι, δεῖν δʼ αὐτὸν ἀποδύσαντας θεωρεῖν· ὀφθήσεται γάρ, φησί, περίβλεπτον ἀξίωμα περικείμενος κάλλους οὐκ ἀληθινοῦ.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License