Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 11

Paragraph
111

τοσαῦτα εἰπὼν Πλούταρχος καὶ ὑπὸ πάντων κροταλισθεὶς ᾔτησε φιάλην, ἀφʼ ἧς σπείσας ταῖς Μούσαις καὶ τῇ τούτων Μνημοσύνῃ μητρὶ προὔπιε πᾶσι φιλοτησίαν. ἐπειπὼν δέ· φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ δωρήσεται, οὐ μόνον νεανίᾳ γαμβρῷ προπίνων, ἀλλὰ καὶ πᾶσι τοῖς φιλτάτοις ἔδωκε τῷ παιδὶ περισοβεῖν ἐν κύκλῳ κελεύσας, τὸ κύκλῳ πίνειν τοῦτʼ εἶναι λέγων, παρατιθέμενος Μενάνδρου ἐκ Περινθίας· οὐδεμίαν γραῦς ὅλως κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ. καὶ πάλιν ἐκ Θεοφορουμένης· καὶ ταχὺ πάλι τὸ πρῶτον περισόβει ποτήριον αὐτοῖς ἀκράτου. καὶ Εὐριπίδης δʼ ἐν Κρήσσαις· τὰ δʼ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ. αἰτοῦντος δὲ τοῦ γραμματικοῦ Λεωνίδου μεῖζον ποτήριον καὶ εἰπόντος κρατηρίζωμεν, ἄνδρες φίλοι ... οὕτως δὲ τοὺς πότους Λυσανίας φησὶν Κυρηναῖος Ἡρόδωρον εἰρηκέναι ἐν τούτοις ἐπεὶ δὲ θύσαντες πρὸς δεῖπνον καὶ κρατῆρα καὶ εὐχὰς καὶ παιῶνας ἐτράποντο. καὶ τοὺς μίμους δὲ πεποιηκώς, οὓς αἰεὶ διὰ χειρὸς ἔχειν Δοῦρίς φησι τὸν σοφὸν Πλάτωνα, λέγει που κἠκρατηρίχημες ἀντὶ τοῦ ἐπεπώκειμεν. ἀλλὰ μήν, πρὸς θεῶν, Ποντιανὸς ἔφη, οὐ δεόντως ἐκ μεγάλων πίνετε ποτηρίων, τὸν ἥδιστον καὶ χαριέστατον Ξενοφῶντα πρὸ ὀφθαλμῶν ἔχοντες, ὃς ἐν τῷ Συμποσίῳ φησίν· δʼ αὖ Σωκράτης εἶπεν· ἀλλὰ πίνειν μέν, ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ. τῷ γὰρ ὄντι οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας ὥσπερ μανδραγόρας ἀνθρώπους κοιμίζει, τὰς δὲ φιλοφροσύνας ὥσπερ ἔλαιον φλόγας ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνθρώπων σώματα τὰ αὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῇ φυομένων. καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν θεὸς αὐτὰ ἄγαν ἀθρόως ποτίζῃ, οὐ δύναται ὀρθοῦσθαι οὐδὲ ταῖς ὥραις διαπνεῖσθαι· ὅταν δὲ ὅσῳ ἥδεται τοσοῦτο πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς τὴν καρπογονίαν. οὕτω δὴ καὶ ἡμεῖς, ἢν μὲν ἀθρόον τὸ ποτὸν ἐγχεώμεθα, ταχὺ ἡμῶν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδʼ ἀναπνεῖν μὴ ὅτι λέγειν δυνησόμεθα· ἢν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι μικρὰ ἐπιψακάζωσιν, ἵνα καὶ ἐγὼ Γοργιείοις ῥήμασιν εἴπω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου, ἀλλʼ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License