Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
71

καὶ Ἄλεξις δὲ ἐν Ὕπνῳ τοιούτους γρίφους προβάλλει· οὐ θνητὸς οὐδʼ ἀθάνατος, ἀλλʼ ἔχων τινὰ σύγκρασιν, ὥστε μήτʼ ἐν ἀνθρώπου μέρει μήτʼ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τʼ ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, ἀόρατος ὄψιν, γνώριμος δʼ ἅπασιν ὤν. Β. αἰεὶ σὺ χαίρεις, γύναι, μʼ αἰνίγμασι Α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν. Β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν; Α. ὕπνος, βροτείων, κόρη, παυστὴρ πόνων. Εὔβουλος δʼ ἐν Σφιγγοκαρίωνι τοιούτους γρίφους προβάλλει, αὐτὸς καὶ ἐπιλύων αὐτούς· ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων· ἓν δʼ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος. τί ἐστι τοῦτο; τί ἀπορεῖς; Β. Καλλίστρατος. Α. πρωκτὸς μὲν οὖν οὗτος. Β. σὺ δὲ ληρεῖς ἔχων. Α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος λάλος, ἓν ὄνομα πολλοῖς, τρωτὸς ἄτρωτος, δασὺς λεῖος. τί βούλει; πνευμάτων πολλῶν φύλαξ ... ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων. ἰχνεύμων Αἰγύπτιος· τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει, ἔπειτʼ ἀφανίζει. διότι δʼ ἔστʼ ἀμφίστομος, κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνων .. οἶδʼ ἐγὼ ὃς νέος ὤν ἐστιν βαρύς, ἂν δὲ γέρων ᾖ, ἄπτερος ὢν κούφως πέταται καὶ γῆν ἀφανίζει. πάππος ἀπʼ ἀκάνθης· οὗτος γὰρ νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι, ὅταν δʼ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν, δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός, εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διαπρό, ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕνʼ ἕκαστον, ὧν οἳ μὲν μοίρας ἔλαχον βίου, οἳ δὲ πλανῶνται. αὐτὸ δʼ ἕκαστος ἔχων αὐτὸν, καλέω δὲ φυλάττειν. ταῦτα δʼ ὅτι κληρωτικὸν σημαίνει ὑμεῖς διακρίνατε, ἵνα μὴ πάντα παρὰ τοῦ Εὐβούλου λαμβάνωμεν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License