Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
61

τοιαῦτα πολλὰ ἐφεξῆς καταλέξαντος τοῦ Δημοκρίτου Ποντιανὸς ἔφη πάντων τούτων εἶναι τῶν δεινῶν μητρόπολιν τὸν οἶνον, διʼ ὃν καὶ τὰς μέθας καὶ τὰς μανίας, ἔτι δὲ καὶ τὰς παροινίας γίνεσθαι· οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς Χαλκοῦς ἐπικαλούμενος Διονύσιος ἐν τοῖς ἐλεγείοις κυλίκων ἐρέτας ἔφη· καί τινες οἶνον ἄγοντες ἐν εἰρεσίᾳ Διονύσου συμποσίου ναῦται καὶ κυλίκων ἐρέται .... περὶ τοῦδε· τὸ γὰρ φίλον οὐκ ἀπόλωλε. Ἄλεξις δʼ ἐν Κουρίδι περί τινος πλέον πίνοντος διαλεγόμενός φησιν· μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις Μάρων τις Κάπηλος τις Τιμοκλῆς· μεθύει γάρ· οὐδὲν ἕτερον. δʼ ἕτερος τί ἂν τύχοιμʼ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς ἄνθρωπος. χαλεπὸν οὖν ἐστιν, ἄνδρες φίλοι, τὸ μεθύειν· καὶ καλῶς πρὸς τοὺς οὕτως λάπτοντας τὸν οἶνον αὐτὸς Ἄλεξις ἐν Ὀπώρᾳ (ἑταίρας δʼ ὄνομα τὸ δρᾶμα ἔχει) φησίν· οἶνον πολὺν οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς. κἀν Δακτυλίῳ· εἶτʼ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον; κἀν Ἐπιτρόπῳ δʼ ἔφη· πολὺς γὰρ οἶνος πόλλʼ ἁμαρτάνειν ποεῖ. Κρώβυλός τʼ ἐν Ἀπολιπούσῃ· τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίνʼ ἡδονὴν ἔχει; ἀποστεροῦντα ζῶνθʼ ἑαυτὸν τοῦ φρονεῖν, μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν φύσις. οὐ χρὴ οὖν μεθύειν. καὶ γὰρ ὅταν δημοκρατουμένη πόλις, φησὶν Πλάτων ἐν ηʹ Πολιτείας ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου αὐτῆς μεθυσθῇ, τοὺς ἄρχοντας δή, ἂν μὴ πάνυ πρᾷοι ὦσι καὶ πολλὴν παρέχωσι τὴν ἐλευθερίαν, κολάζει αἰτιωμένη ὡς μιαρούς τε καὶ ὀλιγαρχικούς, τοὺς δὲ κατηκόους τῶν ἀρχόντων προπηλακίζει. ἐν δὲ τῷ τῶν Νόμων ἕκτῳ φησί· τὴν πόλιν εἶναι δεῖ δίκην κεκραμένην κρατῆρος, οὗ μαινόμενος μὲν οἶνος ἐγκεχυμένος ζεῖ, κολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πῶμα καὶ μέτριον ἀπεργάζεται.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License