Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
56

Φάλαικος δʼ ἐν τοῖς ἐπιγράμμασι γυναῖκά τινα ἀναγράφει πολυπότιν Κλεὼ ὄνομα· χρυσῷ τὸν κροκόεντα περιζώσασα χιτῶνα τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ, οὕνεκα συμποσίοισι μετέπρεπεν· ἶσα δὲ πίνειν οὔτις οἱ ἀνθρώπων ἤρισεν οὐδαμά πω. ὅτι δὲ φίλοινον τὸ τῶν γυναικῶν γένος κοινόν. οὐκ ἀχαρίτως δὲ καὶ Ξέναρχος ἐν τῷ Πεντάθλῳ γυναῖκά τινα παράγει φρικτότατον ὅρκον ὀμνύουσαν τόνδε· ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον, ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν. παρὰ Ῥωμαίοις δέ, ὥς φησι Πολύβιος ἐν τῇ ἕκτῃ, ἀπείρηται γυναιξὶ πίνειν οἶνον· τὸ δὲ καλούμενον πάσσον πίνουσι. τοῦτο δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος καί ἐστι παραπλήσιος πινόμενος τῷ Αἰγοσθενεῖ τῷ γλυκεῖ καὶ τῷ Κρητικῷ· διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δʼ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον· πρῶτον μὲν γὰρ οὐδʼ ἔχει οἴνου κυρείαν γυνή· πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο ποιεῖν καθʼ ἡμέραν, ὁπόταν ἴδῃ πρῶτον. λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται· τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. Ἄλκιμος δʼ Σικελιώτης ἐν τῇ ἐπιγραφομένῃ τῶν βίβλων Ἰταλικῇ πάσας φησὶ τὰς ἐν Ἰταλίᾳ γυναῖκας μὴ πίνειν οἶνον ἀπὸ τοιαύτης αἰτίας· Ἡρακλῆς περὶ τὴν Κροτωνιᾶτιν γενόμενος ἐπεὶ πρός τινα οἰκίαν οὖσαν παρὰ τὴν ὁδὸν διψῶν ἀφίκετο, προσελθὼν ᾔτει πιεῖν ἐντεῦθεν. ἔτυχε δʼ γυνὴ τοῦ τὴν οἰκίαν κεκτημένου πίθον οἴνου λαθραίως ὑποίξασα· καὶ πρὸς μὲν τὸν ἄνδρα δεινὸν ἔφη ποιήσειν αὐτόν, εἰ ξένου χάριν τὸν πίθον τοῦτον ἀνοίξειεν, ὕδωρ δʼ ἐκέλευσεν αὐτὸν προσενεγκεῖν. Ἡρακλῆς δʼ ἐπὶ θύραις ἑστὼς καὶ ἀκούσας ταῦτα τὸν μὲν ἄνδρα αὐτῆς σφόδρα ἐπῄνεσεν, ὃν ἐκέλευσεν αὐτὸν παρελθόντα εἴσω σκοπεῖν τὸν πίθον. καὶ ὃς εἰσελθὼν λίθινον εὗρε τὸν πίθον γεγονότα. τοῦτο δὲ τὸ σημεῖον ἔτι καὶ νῦν ἐστιν ἐν .... ταῖς ἐπιχωρίαις γυναιξὶν πάσαις ἐν αἰσχρῷ κεῖσθαι τὸ πίνειν οἶνον διὰ τὴν προκειμένην αἰτίαν.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License