Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
47

φιλοπότας δὲ καὶ μεθύσους καταλέγει Θεόπομπος Διονύσιον τὸν νεώτερον, Σικελίας τύραννον, ὃν καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διαφθαρῆναι. Ἀριστοτέλης δʼ ἐν τῇ Συρακοσίων Πολιτείᾳ καὶ συνεχῶς φησιν αὐτὸν ἔσθʼ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν· διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. Θεόφραστος δέ φησι καὶ τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπʼ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰ παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν· διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος τυραννήσας Συρακοσίων καὶ Ἀπολλοκράτης· Διονυσίου δὲ τοῦ προτέρου οὗτοι υἱοί, ὡς Θεόπομπος ἱστορεῖ ἐν τῇ μʹ κἀν τῇ ἑξῆς τῶν ἱστοριῶν γράφει δὲ οὕτως περὶ τοῦ Νυσαίου· Νυσαῖος τυραννήσας ὕστερον Συρακοσίων ὥσπερ ἐπὶ θανάτῳ συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλε ἐπιβιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγεν. ἐν δὲ τῇ τριακοστῇ ἐνάτῃ φησίν· Ἀπολλοκράτης Διονυσίου τοῦ τυράννου υἱὸς ἀκόλαστος ἦν καὶ φιλοπότης· καὶ τῶν κολακευόντων τινὲς αὐτὸν παρεσκεύαζον ὡς ἔνι μάλιστα ἀλλοτριώτατα πρὸς τὸν πατέρα διακεῖσθαι. καὶ Ἱππαρῖνον δὲ τὸν Διονυσίου φησὶν ὑπὸ μέθης τυραννοῦντα ἀποσφαγῆναι. περὶ δὲ τοῦ Νυσαίου καὶ τάδε γράφει· Νυσαῖος Διονυσίου τοῦ προτέρου υἱὸς κύριος τῶν ἐν Συρακούσαις γενόμενος πραγμάτων κατεσκευάσατο τέθριππον καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν καὶ τὴν τῶν ἄλλων ὅσα συντελῆ τούτοις πέφυκε καὶ τὴν δίαιταν διῆγεν οὕτως. ἐν δὲ τῇ τεσσαρακοστῇ πέμπτῃ αὐτὸς περὶ Τιμολάου λέγων τοῦ Θηβαίου φησίν· οὐκ ὀλίγων γὰρ ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθʼ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτʼ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγονέναι μᾶλλον τῶν ἡδονῶν, εἰ μή, ὥσπερ εἶπον, Τιμόλαον. ἐν δὲ τῇ τρίτῃ καὶ εἰκοστῇ περὶ Χαριδήμου τοῦ Ὠρείτου διηγούμενος, ὃν Ἀθηναῖοι πολίτην ἐποιήσαντο, φησίν· τήν τε γὰρ δίαιταν ἑωρᾶτο τὴν καθʼ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ μεθύειν αἰεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα διαφθείρειν· καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χάριεν, ἐτύγχανε δὲ μετὰ Δέρδου τοῦ Μακεδόνος αἰχμάλωτον γεγενημένον.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License