Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
33

οὐ καλῶς δὲ οἱ πλάττοντες καὶ γράφοντες τὸν Διόνυσον, ἔτι τε οἱ ἄγοντες ἐπὶ τῆς ἁμάξης διὰ μέσης τῆς ἀγορᾶς οἰνωμένον. ἐπιδείκνυνται γὰρ τοῖς θεαταῖς ὅτι καὶ τοῦ θεοῦ κρείττων ἐστὶν οἶνος. καίτοι γʼ οὐδʼ ἄν, οἶμαι, ἄνθρωπος σπουδαῖος τοῦθʼ ὑπομείνειεν. εἰ δʼ ὅτι κατέδειξεν ἡμῖν τὸν οἶνον, διὰ τοῦτο ποιοῦσιν αὐτὸν οὕτως διακείμενον, δῆλον ὅτι καὶ τὴν Δήμητρα θερίζουσαν ἐσθίουσαν ποιήσουσιν. ἐπεὶ καὶ τὸν Αἰσχύλον ἐγὼ φαίην ἂν τοῦτο διαμαρτάνειν· πρῶτος γὰρ ἐκεῖνος καὶ οὐχ, ὡς ἔνιοί φασιν, Εὐριπίδης παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγῳδίαν. ἐν γὰρ τοῖς Καβείροις εἰσάγει τοὺς περὶ τὸν Ἰάσονα μεθύοντας. δʼ αὐτὸς τραγῳδιοποιὸς ἐποίει ταῦτα τοῖς ἥρωσι περιέθηκε· μεθύων γοῦν ἔγραφε τὰς τραγῳδίας. διὸ καὶ Σοφοκλῆς αὐτῷ μεμφόμενος ἔλεγεν ὅτι Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ἀλλʼ οὖν οὐκ εἰδώς γε ποιεῖς, ὡς ἱστορεῖ Χαμαιλέων ἐν τῷ περὶ Αἰσχύλου. ἀγνοοῦσί τε οἱ λέγοντες πρῶτον Ἐπίχαρμον ἐπὶ τὴν σκηνὴν παραγαγεῖν μεθύοντα, μεθʼ ὃν Κράτητα ἐν Γείτοσι. καὶ Ἀλκαῖος δὲ μελοποιὸς καὶ Ἀριστοφάνης κωμῳδιοποιὸς μεθύοντες ἔγραφον τὰ ποιήματα, πολλοὶ δὲ καὶ ἄλλοι μεθυσκόμενοι λαμπρότερον ἐν τῷ πολέμῳ ἠγωνίσαντο. παρὰ δὲ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις εἴ τις ἄκρατον ἔπιε μὴ προστάξαντος ἰατροῦ θεραπείας ἕνεκα, θάνατος ἦν ζημία Ζαλεύκου τὸν νόμον θέντος. παρὰ δὲ Μασσαλιήταις ἄλλος νόμος τὰς γυναῖκας ὑδροποτεῖν. ἐν δὲ Μιλήτῳ ἔτι καὶ νῦν φησι Θεόφραστος τοῦτʼ εἶναι τὸ νόμιμον. παρὰ δὲ Ῥωμαίοις οὔτε οἰκέτης οἶνον ἔπινεν οὔτε γυνὴ ἐλευθέρα οὔτε τῶν ἐλευθέρων οἱ ἔφηβοι μέχρι τριάκοντα ἐτῶν. ἄτοπος δὲ Ἀνακρέων πᾶσαν αὑτοῦ τὴν ποίησιν ἐξαρτήσας μέθης. τῇ γὰρ μαλακίᾳ καὶ τῇ τρυφῇ ἐπιδοὺς ἑαυτὸν ἐν τοῖς ποιήμασι διαβέβληται, οὐκ εἰδότων τῶν πολλῶν ὅτι νήφων ἐν τῷ γράφειν καὶ ἀγαθὸς ὢν προσποιεῖται μεθύειν οὐκ οὔσης ἀνάγκης.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License