Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
23

κύαθον δʼ ἐπὶ τοῦ ἀντλητῆρος Πλάτων εἴρηκεν ἐν Φάωνι οὕτως· τῷ στόματι τὸν κύαθον ὧδʼ εἰληφότες. καὶ ἐν Πρέσβεσι· κυάθους ὅσους ἐκλέπτεθʼ ἑκάστοτε. Ἄρχιππος Ἰχθύσι· κύαθον ἐπριάμην παρὰ Δαισίου. τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Εἰρήνῃ Ἀριστοφάνους· ὑπωπιασμέναι ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι· τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ Ξενοφῶν ἐν πρώτῳ Παιδείας καὶ Κρατῖνος, ἔτι δʼ Ἀριστοφάνης πολλαχοῦ καὶ Εὔβουλος ἐν Ὀρθάννῃ. Φερεκράτης δʼ ἐν Λήροις ἀργυροῦν κύαθον ὠνόμασε. Τίμων δʼ ἐν δευτέρῳ Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί· ἀπληστοίνους τʼ ἀρυσαίνας, ἀπὸ τοῦ ἀρύσασθαι ὀνομάσας. καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι. Σιμωνίδης· ἔδωκεν οὐδεὶς οὐδʼ ἀρυστῆρα τρυγός. Ἀριστοφάνης δʼ ἐν Σφηξίν· ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους. Φρύνιχος Ποαστρίαις· κύλικʼ ἀρύστιχον. ἔνθεν καὶ ἀρύταινα. ἔλεγον δὲ καὶ ἔφηβον τὸ τοιοῦτον σκεῦος, ὡς Ζηνοφάνης ἐν τῷ Συγγενικῷ. Πολύβιος δʼ ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν καὶ ποταμόν τινα ἀναγράφει Κύαθον καλούμενον περὶ Ἀρσινόην πόλιν Αἰτωλίας.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License