Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
21

τοῖς οὖν θεοῖς κατὰ τὸν Πλάτωνα, ὡς ἐν Φιλήβῳ φησίν, εὐχόμενοι κεραννύωμεν, εἴτε Διόνυσος εἴθʼ Ἥφαιστος εἴθʼ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως. καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶν παρεστᾶσιν κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος· ἃς προθυμητέον ὡς κάλλιστα συμμιγνύναι. ὥρα οὖν πίνειν ἡμῖν ἐστι, καὶ τῶν παίδων τις ἐκ τοῦ κυλικείου τῶν ποτηρίων παραφερέτω· ὁρῶ γὰρ πλῆθος καλῶν καὶ ποικίλων ἐκπωμάτων. δοθέντος οὖν ποτηρίου μεγάλου ἔφη· ἀλλʼ ἀκρατέστερόν μοι, παῖ, τῷ κυάθῳ πληρῶν ἔγχει εἰς τὴν κύλικα, μὴ κατὰ τὸν κωμῳδιοποιὸν Ἀντιφάνην, ὃς ἐν Διδύμοις φησί· τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών. ἐνεχεάμην ἄκρατον· ἔγχει, παιδίον, κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους· ἔπειτʼ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν. ἐμοὶ οὖν, παῖ, ζωρότερον κέραιρε· οὔπω γὰρ λέγομεν περὶ ἀριθμοῦ κυάθων. δείξω δὲ ὅτι καὶ κύαθος εἴρηται καὶ τὸ ἀκρατέστερον, καὶ περὶ οἰνοχόων.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License