Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 10

Paragraph
12

καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος γοῦν ἐν Φιλίππῳ φησί· τῶν Φαρσαλίων ἥκει τις, ἵνα καὶ τὰς τραπέζας καταφάγῃ; Β. οὐδεὶς πάρεστιν. Α. εὖ γε δρῶντες. ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαικήν; ὅτι δὲ καὶ πάντες Θετταλοὶ ὡς πολυφάγοι διεβάλλοντο Κράτης φησὶν ἐν Λαμίᾳ· ἔπη τριπήχη Θετταλικῶς τετμημένα. τοῦτο δʼ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. Φιλέταιρος δʼ ἐν Λαμπαδηφόροις· καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. ἔλεγον δὲ καὶ Θετταλικὴν ἔνθεσιν τὴν μεγάλην. Ἕρμιππος Μοίραις· Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος μύων ξυνέπλαττε Θετταλικήν τινʼ ἔνθεσιν. ταῦτα δὲ καπανικὰ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς· τί πρὸς τὰ Λυδῶν δεῖπνα καὶ τὰ Θετταλῶν; τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα. οἷον τὰ ἁμαξιαῖα· Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Ξέναρχος Σκύθαις· ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια. Β. τί λέγεις; καπάνας; πῶς; Α. καπάνας Θετταλοὶ πάντες καλοῦσι τὰς ἀπήνας. Β. μανθάνω.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License