Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
59

τῶν οἴνων μὲν λευκός, δὲ κιρρός, δὲ μέλας. καὶ μὲν λευκὸς λεπτότατος τῇ φύσει, οὐρητικός, θερμὸς πεπτικός τε ὢν τὴν κεφαλὴν ποιεῖ διάπυρον· ἀνωφερὴς γὰρ οἶνος. δὲ μέλας, μὴ γλυκάζων, τροφιμώτατος, στυπτικός· δὲ γλυκάζων καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν τροφιμώτατος. λεαίνει γὰρ κατὰ τὴν πάροδον καὶ παχύνων τὰ ὑγρὰ μᾶλλον κεφαλὴν ἧττον παρενοχλεῖ. ὄντως γὰρ τοῦ γλυκέος οἴνου φύσις ἐγχρονίζει περὶ τὰ ὑποχόνδρια καὶ πτυέλου ἐστὶν ἀναγωγός, ὡς Διοκλῆς καὶ Πραξαγόρας ἱστοροῦσι. Μνησίθεος δʼ Ἀθηναῖός φησιν· μέλας οἶνός ἐστι θρεπτικώτατος, δὲ λευκὸς οὐρητικώτατος καὶ λεπτότατος, δὲ κιρρὸς ξηρὸς καὶ τῶν σιτίων πεπτικώτερος. οἱ δʼ ἐπιμελέστερον τεθαλαττωμένοι οἶνοι ἀκραίπαλοί τέ εἰσι καὶ κοιλίας λύουσιν ἐπιδάκνουσί τε τὸν στόμαχον ἐμφυσήσεις τε ἐνεργάζονται καὶ συγκατεργάζονται τὴν τροφήν. τοιοῦτος δʼ ἐστὶν τε Μύνδιος καὶ ἀπὸ Ἁλικαρνασσοῦ. γοῦν κυνικὸς Μένιππος ἁλμοπότιν τὴν Μύνδον φησίν. ἱκανῶς δὲ καὶ Κῷος τεθαλάττωται. καὶ Ῥόδιος δὲ ἐλάττονος μὲν κεκοινώνηκε θαλάσσης, δὲ πολὺς αὐτοῦ ἀχρεῖός ἐστιν. δὲ νησιώτης εἴς τε τοὺς πότους ἐστὶν εὖ πεφυκὼς καὶ πρὸς τὴν καθημερινὴν χρῆσιν οὐκ ἀνοίκειος. δὲ Κνίδιος αἵματος γεννητικός, τρόφιμος, κοιλίαν εὔλυτον κατασκευάζων· πλείων δὲ πινόμενος ἐκλύει τὸν στόμαχον. δὲ Λέσβιος στῦψιν μικροτέραν ἔχει καὶ μᾶλλον οὐρεῖται. χαριέστατος δʼ ἐστὶν Χῖος καὶ τοῦ Χίου καλούμενος Ἀριούσιος. διαφοραὶ δὲ αὐτοῦ εἰσι τρεῖς· μὲν γὰρ αὐστηρός ἐστιν, δὲ γλυκάζων, δὲ μέσος τούτων τῇ γεύσει αὐτόκρατος καλεῖται. μὲν οὖν αὐστηρὸς εὔστομός ἐστι καὶ τρόφιμος καὶ μᾶλλον οὐρεῖται, δὲ γλυκάζων τρόφιμος, πλήσμιος, κοιλίας μαλακτικός, δʼ αὐτόκρατος τῇ χρείᾳ μέσος ἐστί. κοινῶς δʼ Χῖος πεπτικός, τρόφιμος, αἵματος χρηστοῦ γεννητικός, προσηνέστατος, πλήσμιος διὰ τὸ παχὺς εἶναι τῇ δυνάμει. τῶν δʼ οἴνων χαριέστατος κατὰ τὴν Ἰταλίαν Ἀλβανὸς καὶ Φαλερνίτης. δὲ τούτων πεπαλαιωμένος καὶ κεχρονικὼς φαρμακώδης ὢν καροῖ λίαν ταχέως. δὲ Ἀδριανὸς καλούμενος εὔπνους, εὐανάδοτος, ἄλυπος τὸ σύνολον. οἰνοποιητέον δὲ αὐτοὺς πρό τινος χρόνου καὶ εἰς ἀναπεπταμένον τόπον θετέον εἰς τὸ διαπνεῦσαι τὸ παχὺ τῆς δυνάμεως αὐτῶν. χαριέστατος δʼ οἶνος εἰς παλαίωσιν Κερκυραῖος. δὲ Ζακύνθιος καὶ Λευκάδιος διὰ τὸ γύψον λαβεῖν καὶ κεφαλὴν ἀδικοῦσιν. δʼ ἀπὸ Κιλικίας Ἀβάτης καλούμενος κοιλίας μόνον ἐστὶ μαλακτικός. Κῴῳ δὲ καὶ Μυνδίῳ καὶ Ἁλικαρνασσίῳ καὶ παντὶ τῷ ἱκανῶς τεθαλαττωμένῳ συνᾴδει τὰ σκληρὰ τῶν ὑδάτων οἷον κρηναῖα καὶ ὄμβρια, ἐὰν διυλισμένα καὶ πλείονα χρόνον καθεσταμένα. χρήσιμοι δʼ εἰσὶν οὗτοι Ἀθήνησι καὶ Σικυῶνι· ἐν ταύταις γὰρ σκληρὰ τὰ ὕδατα. τοῖς δʼ ἀθαλάσσοις τῶν οἴνων καὶ τοῖς παρέχουσιν ἱκανωτέραν στύψιν, ἔτι δὲ τῷ Χίῳ καὶ Λεσβίῳ τὰ ἀποιότατα τῶν ὑδάτων εὐθετεῖ.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License