Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
58

περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας Φαινίας Ἐρέσιός φησι τάδε· γλεύκει παραχεῖται παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης καὶ γίνεται ἀνθοσμίας. καὶ πάλιν· ἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἐκ παλαιῶν. ἑξῆς τέ φησι· τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο. Θεόφραστος δʼ ἐν Θάσῳ φησὶ τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν εἶναι τὴν ἡδονήν· ἠρτυμένος γάρ ἐστιν. ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν ὀσμὴν ἀπʼ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον. καὶ ἑξῆς δέ φησιν· ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα, τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου. μυρίνης δὲ οἶνος κεῖται παρὰ Ποσειδίππῳ· διψηρὸς ἄτοπος μυρίνης τίμιος. καὶ Ἑρμῆς δʼ εἶδος πόσεως παρὰ Στράττιδι. Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι τὸν καλούμενον νέκταρ. ἦν ἄρʼ ἔπος τόδʼ ἀληθές, τʼ οὐ μόνον ὕδατος αἶσαν, ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει. οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον, Κεῖός φησι ποιητής.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License