Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
37

τῆς δὲ κατὰ τοῦτον ὀρχήσεως τῆς τραγικῆς καλουμένης πρῶτος εἰσηγητὴς γέγονε Βάθυλλος Ἀλεξανδρεύς, ὅν φησι παντομίμους ὀρχήσασθαι Σέλευκος. τοῦτον τὸν Βάθυλλόν φησιν Ἀριστόνικος καὶ Πυλάδην, οὗ ἐστι καὶ σύγγραμμα περὶ ὀρχήσεως, τὴν Ἰταλικὴν ὄρχησιν συστήσασθαι ἐκ τῆς κωμικῆς, ἐκαλεῖτο κόρδαξ, καὶ τῆς τραγικῆς, ἐκαλεῖτο ἐμμέλεια, καὶ τῆς σατυρικῆς, ἐλέγετο σίκιννις (διὸ καὶ οἱ σάτυροι σικιννισταί), ἧς εὑρετὴς Σίκιννός τις βάρβαρος. οἳ δέ φασιν ὅτι Κρὴς ἦν Σίκιννος. ἦν δὲ Πυλάδου ὄρχησις ὀγκώδης παθητική τε καὶ πολυπρόσωπος, δὲ Βαθύλλειος ἱλαρωτέρα· καὶ γὰρ ὑπόρχημά τι τοῦτον διατίθεσθαι. Σοφοκλῆς δὲ πρὸς τῷ καλὸς γεγενῆσθαι τὴν ὥραν ἦν καὶ ὀρχηστικὴν δεδιδαγμένος καὶ μουσικὴν ἔτι παῖς ὢν παρὰ Λάμπρῳ. μετὰ γοῦν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν περὶ τρόπαιον γυμνὸς ἀληλιμμένος ἐχόρευσε μετὰ λύρας· οἳ δὲ ἐν ἱματίῳ φασί. καὶ τὸν Θάμυριν διδάσκων αὐτὸς ἐκιθάρισεν· ἄκρως δὲ ἐσφαίρισεν, ὅτε τὴν Ναυσικάαν καθῆκε. τῆς δὲ Μέμφιδος ὀρχήσεως ἤρα καὶ Σωκράτης σοφὸς καὶ πολλάκις καταλαμβανόμενος ὀρχούμενος, ὥς φησι Ξενοφῶν, ἔλεγε τοῖς γνωρίμοις παντὸς εἶναι μέλους τὴν ὄρχησιν γυμνάσιον. ἔταττον γὰρ τὸ ὀρχεῖσθαι ἐπὶ τοῦ κινεῖσθαι καὶ ἐρεθίζεσθαι. Ἀνακρέων· καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντʼ ἐλαφρῶς. Ἴων· ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησεν φρένας.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License