Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
27

οἱ Φαίακες δὲ παρʼ Ὁμήρῳ καὶ ἄνευ σφαίρας ὀρχοῦνται. καὶ ὀρχοῦνταί που ἀνὰ μέρος πυκνῶς (τοῦτο γάρ ἐστι τὸ ταρφέʼ ἀμειβόμενοι), ἄλλων ἐφεστώτων καὶ ἐπικροτούντων τοῖς λιχανοῖς δακτύλοις, φησι ληκεῖν. οἶδε δὲ ποιητὴς καὶ τὴν πρὸς ᾠδὴν ὄρχησιν· Δημοδόκου γοῦν ᾄδοντος κοῦροι πρωθῆβαι ὠρχοῦντο· καὶ ἐν τῇ Ὁπλοποιίᾳ δὲ παιδὸς κιθαρίζοντος ἄλλοι ἐναντίοι μολπῇ τε ὀρχηθμῷ τε ἔσκαιρον ὑποσημαίνεται δὲ ἐν τούτοις ὑπορχηματικὸς τρόπος, ὃς ἤνθησεν ἐπὶ Ξενοδήμου καὶ Πινδάρου. καί ἐστιν τοιαύτη ὄρχησις μίμησις τῶν ὑπὸ τῆς λέξεως ἑρμηνευομένων πραγμάτων· ἣν παρίστησι γινομένην Ξενοφῶν καλὸς ἐν τῇ Ἀναβάσει ἐν τῷ παρὰ Σεύθῃ τῷ Θρᾳκὶ συμποσίῳ. φησὶ γοῦν· ἐπειδὴ σπονδαί τε ἐγένοντο καὶ ἐπαιώνισαν, ἀνέστησαν πρῶτοι Θρᾷκες καὶ πρὸς αὐλὸν ὠρχοῦντο σὺν ὅπλοις καὶ ἥλλοντο ὑψηλά τε καὶ κούφως καὶ ταῖς μαχαίραις ἐχρῶντο· τέλος δʼ ἕτερος τὸν ἕτερον παίει, ὡς πᾶσι δοκεῖν πεπληγέναι τὸν ἄνδρα. δʼ ἔπεσε τεχνικῶς πως, καὶ πάντες ἀνέκραγον οἱ συνδειπνοῦντες Παφλαγόνες. καὶ μὲν σκυλεύσας τὰ ὅπλα τοῦ ἑτέρου ἐξῄει ᾄδων Σιτάλκαν, ἄλλοι δὲ τῶν Θρᾳκῶν τὸν ἕτερον ἐξέφερον ὡς τεθνηκότα· ἦν δὲ οὐδὲν πεπονθώς. μετὰ τοῦτον Αἰνιᾶνες καὶ Μάγνητες ἀνέστησαν, οἳ ὠρχοῦντο τὴν καρπαίαν καλουμένην ἐν τοῖς ὅπλοις. δὲ τρόπος τῆς ὀρχήσεως ἦν· μὲν παραθέμενος τὰ ὅπλα σπείρει καὶ ζευγηλατεῖ πυκνὰ μεταστρεφόμενος ὡς φοβούμενος, λῃστὴς δὲ προσέρχεται· δὲ ἐπὰν προίδηται ἁρπάσας τὰ ὅπλα μάχεται πρὸ τοῦ ζεύγους ἐν ῥυθμῷ πρὸς τὸν αὐλόν· καὶ τέλος λῃστὴς δήσας τὸν ἄνδρα τὸ ζεῦγος ἀπάγει, ἐνίοτε δὲ καὶ ζευγηλάτης τὸν λῃστήν· εἶτα παρὰ τοὺς βοῦς δήσας ὀπίσω τὼ χεῖρε δεδεμένον ἐλαύνει. καί τις, φησί, τὸ Περσικὸν ὠρχεῖτο καὶ κροτῶν τὰς πέλτας ὤκλαζε καὶ ἐξανίστατο· καὶ ταῦτα πάντα ῥυθμῷ πρὸς τὸν αὐλὸν ἐποίει. καὶ Ἀρκάδες δέ, φησίν, ἀναστάντες ἐξοπλισάμενοι ᾔεσαν ἐν ῥυθμῷ πρὸς τὸν ἐνόπλιον ῥυθμὸν αὐλούμενοι καὶ ἐνωπλίσαντο καὶ ὠρχήσαντο.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License