Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
14

ὅτι περὶ Περικλέους φησὶν Ἀρχίλοχος Πάριος ποιητὴς ὡς ἀκλήτου ἐπεισπαίοντος εἰς τὰ συμπόσια Μυκονίων δίκην. δοκοῦσι δʼ οἱ Μυκόνιοι διὰ τὸ πένεσθαι καὶ λυπρὰν νῆσον οἰκεῖν ἐπὶ γλισχρότητι καὶ πλεονεξίᾳ διαβάλλεσθαι· τὸν γοῦν γλίσχρον Ἰσχόμαχον Κρατῖνος Μυκόνιον καλεῖ· πῶς ἂν σύγʼ Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου φιλόδωρος ἂν εἴης; ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον· κοινὰ γὰρ τὰ τῶν φίλων. .... πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ, οὔτε τῖμον εἰσενέγκας οὔτε ...., οὐδὲ μὲν κληθεὶς .... ἦλθες, οἷα δὴ φίλος· ἀλλά σʼ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν εἰς ἀναιδείην, Ἀρχίλοχος φησίν Εὔβουλος κωμικός φησί που· εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης. ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι, μεγάλους ..... μᾶλλον δὲ τρεῖς. ὅν φασί ποτε κληθέντʼ ἐπὶ δεῖπνον πρός τινος, εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκʼ ἂν εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ, ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου μετρεῖν ἀνέχοντος, μακροτέρας δʼ οὔσης ἔτι πλεῖν δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς· ἔπειτα φάναι μικρὸν ὀψιαίτερον διʼ ἀσχολίαν ἥκειν, παρόνθʼ ἅμʼ ἡμέρᾳ. ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ, τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν, Ἄμφις φησὶν κωμικός Χρύσιππος δέ φησιν· ἀσύμβολον κώθωνα μὴ παραλίμπανε. κώθων δʼ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός. Ἀντιφάνης δέ φησι· βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν τἀλλότρια δειπνεῖν, μὴ προσέχων λογίσμασι. καὶ πάλιν· μακάριος βίος, δεῖ μʼ ἀεὶ καινὸν πόρον εὑρίσκειν, ὡς μάσημα ταῖς γνάθοις ἔχω. ταῦτα οἴκοθεν ἔχων εἰς τὸ συμπόσιον ἦλθον καὶ προμελετήσας, ἵνα κἀγὼ τὸ στεγανόμιον κομίζων παραγένωμαι. ἄκαπνα γὰρ αἰὲν ἀοιδοὶ θύομεν. ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς. Ἀντιφάνης· .. μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ. Ἀμειψίας· ἔρρʼ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε. περὶ τοῦ τῶν ἡρώων καθʼ Ὅμηρον βίου.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License