Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 1

Paragraph
1

Ἀθήναιος μὲν τῆς βίβλου πατήρ· ποιεῖται δὲ τὸν λόγον πρὸς Τιμοκράτην· Δειπνοσοφιστὴς δὲ ταύτῃ τὸ ὄνομα. ὑπόκειται δὲ τῷ λόγῳ Λαρήνσιος Ῥωμαῖος, ἀνὴρ τῇ τύχῃ περιφανής, τοὺς κατὰ πᾶσαν παιδείαν ἐμπειροτάτους ἐν τοῖς αὑτοῦ δαιτυμόνας ποιούμενος· ἐν οἷς οὐκ ἔσθʼ οὗτινος τῶν καλλίστων οὐκ ἐμνημόνευσεν. ἰχθῦς τε γὰρ τῇ βίβλῳ ἐνέθετο καὶ τὰς τούτων χρείας καὶ τὰς τῶν ὀνομάτων ἀναπτύξεις καὶ λαχάνων γένη παντοῖα καὶ ζῴων παντοδαπῶν καὶ ἄνδρας ἱστορίας συγγεγραφότας καὶ ποιητὰς καὶ φιλοσόφους καὶ ὄργανα μουσικὰ καὶ σκωμμάτων εἴδη μυρία καὶ ἐκπωμάτων διαφορὰς καὶ πλούτους βασιλέων διηγήσατο καὶ νηῶν μεγέθη καὶ ὅσα ἄλλα οὐδʼ ἂν εὐχερῶς ἀπομνημονεύσαιμι, ἐπιλίποι μʼ ἂν ἡμέρα κατʼ εἶδος διεξερχόμενον. καί ἐστιν τοῦ λόγου οἰκονομία μίμημα τῆς τοῦ δείπνου πολυτελείας καὶ τῆς βίβλου διασκευὴ τῆς ἐν τῷ δείπνῳ παρασκευῆς. τοιοῦτον θαυμαστὸς οὗτος τοῦ λόγου οἰκονόμος Ἀθήναιος ἥδιστον λογόδειπνον εἰσηγεῖται κρείττων τε αὐτὸς ἑαυτοῦ γινόμενος, ὥσπερ οἱ Ἀθήνησι ῥήτορες, ὑπὸ τῆς ἐν τῷ λέγειν θερμότητος πρὸς τὰ ἑπόμενα τῆς βίβλου βαθμηδὸν ὑπεράλλεται.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License