Digital Athenaeus
G. Kaibel: Athenaei Naucratitae Dipnosophistarum libri 15

Book 13

Paragraph
7

τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτί τῶν ἐπῶν· δυστυχεῖς ἡμεῖς ... οἱ πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν· γυναιξὶ δοῦλοι ζῶμεν ἀντʼ ἐλευθέρων. ἔπειτʼ ἔχειν προῖκʼ, οὐχὶ τιμὴν πάσχομεν; πικράν γε καὶ μεστὴν γυναικείας χολῆς. τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι· οἳ μέν γε συγγνώμην ἔχουσʼ ἀδικούμενοι, αὗται δʼ ἀδικοῦσαι καὶ προσεγκαλοῦσʼ ἔτι· ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δʼ ἄρχειν ἐχρῆν ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν ἔχουσι καὶ κάμνειν λέγουσʼ ἑκάστοτε. Ξέναρχος δʼ ἐν Ὕπνῳ φησίν· εἶτʼ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδʼ ὁτιοῦν φωνῆς ἔνι; Φιλέταιρος Κορινθιαστῇ· ὡς τακερόν, Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμʼ ἔχει. οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλʼ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. Ἄμφις δʼ ἐν Ἀθάμαντι· εἶτʼ οὐ γυναικός ἐστιν εὐνοικώτερον γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλʼ εἰκότως. μὲν νόμῳ γὰρ καταφρονοῦσʼ ἔνδον μένει, δʼ οἶδεν ὅτι τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν πρὸς ἄλλον ἀπιτέον.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing paragraphs, passages, and words in the text of the Deipnosophists by typing the corresponding CTS URN. The Digital Athenaeus is providing the text of the Teubner edition of the Deipnosophists by Georg Kaibel (1887-1890), which is cataloged as perseus-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

The tool allows also users to type only book and paragraph of the Deipnosophists and get the corresponding CTS URN.

For example:

Correspondences between Casaubon and Kaibel references are available through the Casaubon-Kaibel Reference Converter.

The icons on the left of each paragraph are links to external resources:

Using CTS URNs, it is possible to export citations of the Deipnosophists down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

Digital Athenaeus Project     Creative Commons License